Fragmenta in Joannem · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

ὁδηγεῖ πάντας πρὸς τὴν ἀλήθειαν. 328 {3Jο 10, 5}3Ἀλλοτρίους λέγει τοὺς περὶ Θευδᾶν, ὧν οἱ ἀκούσαντες διεσκορπίσθησαν, καὶ τοὺς λοιποὺς ψευδοχρίστους. 329 {3Jο 10, 6}3Παροιμίαν καλεῖ τὸν λόγον διὰ τὸ <δι'> ἑνὸς λόγου νοεῖσθαι δύο πραγ μάτων σημασίας. 330 {3Jο 10, 7}3Ὡς θεὸς γνοὺς μὴ νοήσαντας αὐτοὺς ἄνωθεν αὐτοῖς σαφηνίζει τὸν λόγον, ἵνα καὶ οὕτως ὠφεληθῶσιν. 331 {3Jο 10, 7–8}3Θύρα ἐστὶν ὡς ἀποκλείων τὰ πρόβατα, τοὺς δὲ κλέπτας ἀπείργων καὶ ἐλέγχων· ἤτοι ὅτι διὰ μόνης τῆς εἰς αὐτὸν πίστεως εἰσερχόμεθα πρὸς τὸν πατέρα καὶ οἰκειούμεθα αὐτῷ ἢ ὅτι δι' αὐτοῦ ἐρχόμεθα εἰς τὸ κατάρξαι λαῶν ἢ ὅτι τοὺς ἀξίους εἰσδέχεται εἰς τὴν ἱερὰν αὐλήν, τοῖς δὲ ἀναξίοις ἀποκλείει τὴν εἴσοδον. 332 {3Jο 10, 8}3Εἰπὼν ὁ κύριος πάντες οὐ τοὺς ἁγίους λέγει προφήτας, ἀλλὰ τοὺς ὑπο κρινομένους ἀγαθοὺς καὶ ὑπεισελθόντας τὸ ἄρχειν λαῶν, ὧν οὐδὲ ἠνέσχοντο οἱ ὑπὸ χεῖρα ἤτοι τοὺς ψευδοχρίστους λέγει ἢ τοὺς περὶ Θευδᾶν. 333 {3Jο 10, 9}3Οἱ πιστοὶ ὡς διὰ θύρας διὰ Χριστοῦ εἰς τὴν αἰώνιον ζωὴν παραπέμπονται. 334 {3Jο 10, 9}3Νομή ἐστι τὰ θεῖα διδάγματα, ὧν ἀπολαύουσιν οἱ πιστοί. θύρα ἐστὶν ὁ τοῦ θεοῦ λόγος εἰσάγων εἰς θεογνωσίαν· καὶ οἱ δι' αὐτοῦ εἰσελθόντες ἔξω τοῦ κόσμου γίνονται. 335 {3Jο 10, 9}3Νομὴν λέγει τὴν ἀσφάλειαν, ὃ γέγονεν ἐπὶ τῶν ἀποστόλων, οἵτινες ὡς κύριοι τῆς οἰκουμένης εἰσῄεσαν καὶ ἐξῄεσαν καὶ οὐδεὶς ἴσχυσεν ἐκβαλεῖν. 336 {3Jο 10, 10}3Περισσότερον λέγει τὴν τῶν οὐρανῶν βασιλείαν, ἣν ζωὴν καλεῖ διὰ τὸ εἶναι αὐτοῖς τὸ ὄνομα γνώριμον· τὴν ἀνάστασιν αἰνιττόμενος εἶπεν τὸ περισσόν. ἤτοι τὸ περισσὸν λέγει τὴν τοῦ πνεύματος μέθεξιν, ἧς μόνοι οἱ ἅγιοι ἀπο λαύουσι κοινῶς πάντων ἀνισταμένων πονηρῶν τε καὶ ἀγαθῶν· μόνοι γὰρ οἱ ἅγιοι ἀλλάσσονται εἰς δόξαν. περὶ τοῦ σωτηριώδους ὧδε διαλέγεται πάθους εἰς ὅπερ ἑκὼν ἦλθεν. 337 {3Jο 10, 10}3Πάντων σφαγέντων καὶ ἀπολομένων ἦλθεν ὁ Χριστὸς σῶσαι καὶ ζωὴν δοῦναι. 339 {3Jο 10, 12}3Μισθωτὸν ἀμελοῦντα τῶν προβάτων ἕκαστον τῶν ἀρχόντων τοῦ λαοῦ ὀνομάζει, ἐπειδὴ οὐδὲν ἐποίουν εἰς ὠφέλειαν τῶν λαῶν, ἀλλ' ὡς ἀλλοτρίοις ἐκέχρηντο· οὐ γὰρ ἦσαν αὐτῶν ἴδια, διὸ οὐδὲ ἤχθοντο ἐν τῇ ἀπωλείᾳ τῶν λαῶν. 342 {3ςο 10, 14}3Οὐκ ἄλλως δὲ γιγνώσκομεν τὸν θεόν, εἰ μὴ πρῶτον ἐξ αὐτοῦ γνωσθῶμεν. διὸ καὶ πρῶτον ἐκεῖνος ἔταξε· πρῶτον μὲν γὰρ αὐτὸς οἰκειώθη ἡμῖν γεγονὼς ἄνθρωπος καὶ οὕτω καὶ ἡμεῖς αὐτῷ. 343 {3Jο 10, 14}3Τὸ δὲ ἐγώ εἰμι ὁ ποιμὴν διὰ τοὺς ἀπιστήσαντας εἶπε τοῦτο· οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνωσθέντα ἐξ αὐτοῦ καὶ γνόντα αὐτόν. 344 {3Jο 10, 15}3∆ιὰ ταὐτὸν τῆς φύσεως ὡς ὁμοούσιος τῷ πατρὶ οἶδα αὐτὸν καὶ γινώσκομαι ὑπ' αὐτοῦ. 345 {3Jο 10, 15}3Ἐξ ὧν τίθησι τὴν ἑαυτοῦ ψυχήν, ἵνα σωθῶσιν, συνίστησιν ἑαυτὸν ὄντα ποιμένα καλὸν καὶ οὐ πλάνον, οἷοι ἦσαν οἱ περὶ Θευδᾶν· προσήνεγκεν γὰρ ἑαυτὸν ὑπὲρ ἁπάντων λύτρον. 346 {3Jο 10, 15}3Εἰπὼν τίθημι ἔδειξεν, ὅτι ἑκὼν ἔπαθεν. 347 {3Jο 10, 16}3Τοῦτο εἶπε διὰ τοὺς ἀπιστήσαντας· οὐ γὰρ πάντα τὰ πρόβατα ἤκουσαν αὐτοῦ, ἀλλὰ τὰ γνωσθέντα ἐξ αὐτοῦ καὶ γνόντα αὐτόν. 348 {3Jο 10, 16}3Πάντες μέν εἰσι πρόβατα, πλὴν διὰ τὸ τῆς γνώμης διάφορον λέγει μὴ εἶναι αὐτὰ ἐκ τῆς αὐλῆς ταύτης, ὅ ἐστι τοῦ κόσμου. 349 {3Jο 10, 16}3∆είκνυσιν, ὅτι τῶν Φαρισαίων ἐκβαλλομένων αὐτὸς ἔμελλεν ὡς θεὸς ἄρξαι τῶν ἐθνῶν καὶ εἰς θεογνωσίαν πάντας ἀγαγεῖν, Ἰουδαίους τε καὶ Ἕλληνας, ὁ ὑπὸ Μωυσέως καὶ πολλῶν προφητῶν προανακηρυχθεὶς τοῦτο μέλλων ποιεῖν. 352 {3Jο 10, 17}3∆ιὰ τὴν ἐνάρετον πρᾶξιν ἀγαπᾶσθαι λέγει ἑαυτόν. ἐναργῶς δὲ ἀρετὴ τὸ ἀποθανεῖν ὑπὲρ ἀσεβείας. ταπεινῶς λαλεῖ διὰ τὴν ἐνανθρώπησιν· οὐ γὰρ νῦν ἤρξατο ἀγαπᾶσθαι παρὰ τοῦ πατρός. 353 {3Jο 10, 18}3Ἡ ἐντολὴ δηλοῖ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν πατέρα, εἰ καὶ ταπεινῶς λαλεῖ. ἡ δὲ ἐντολή ἐστιν ἀποθανεῖν ὑπὲρ τοῦ κόσμου. 354 {3Jο 10, }3Ἐπειδὴ ὑπὲρ ἄνθρωπον ἦν τὰ λαλούμενα, ἐκάλουν αὐτὸν δαιμονῶντα. δι' ὧν δὲ ταῦτα ἀκούων ὁ κύριος ἐσίγα, ἐδίδαξεν ἡμᾶς πρᾴως φέρειν τὰς καθ' ἑαυτῶν ὕβρεις. 355 {3Jο 10, 25}3Εἰ καὶ μὴ εἶπεν ἑαυτὸν λευκῶς Χριστόν, ἀλλ' εἰπὼν ἑαυτὸν φῶς, ποιμένα, ὁδόν, ἐσήμανε τοῦτο· τούτοις γὰρ εἴωθεν ἡ γραφὴ τοῖς ὀνόμασι καλεῖν τὸνΧριστόν. 356 {3Jο 10, 27}3Ἐπειδὴ καὶ Ἰούδας εἷς ἦν τῶν δοθέντων τῷ υἱῷ καὶ μετέπεσεν εἰς κακίαν, δείκνυνται οἱ ἄνθρωποι οὐ φύσει καὶ κατ' οὐσίαν ὄντες κακοί, ἀλλ' ®

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.