Fragmenta in Joannem Unit 6 opening
Unit 6.
Lemma-led open — ἐκ σπέρματος ∆αβίδ
Greek
ἑκουσίως τρεπόμενοι. 357 {3Jο 10, 27 30}3Ἀπόδειξις τῶν τοῦ κυρίου προβάτων τὸ εὐήκοον, τῶν δὲ ἀλλοτρίων τὸ ἀπειθές· τὸ γὰρ ἀκούειν ὧδε τὸ πείθεσθαι τοῖς λεγομένοις δηλοῖ, τὴν δὲ ἀκολούθησίν φησι τὴν διὰ τῶν πράξεων μίμησιν. ζωὴν δὲ λέγει διδόναι, ἣν καὶ αἰώνιόν φησιν, τὸ ἐν εὐθυμίᾳ διάγειν καὶ μακαριότητι διηνεκεῖ. τὸ δὲ ἀπο λέσθαι εἰς τὸν αἰῶνα τοῦτό ἐστι δηλοῦν τὸ ὑποκείσεσθαι βασάνοις ἀπαύστοις. χεῖρα δὲ αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν φησίν, ἧς οὐδεὶς δύναται τοὺς ἑπομένους αὐτῷ ὑφαρπάσαι. εἰ δὲ καὶ ὡς φύσει θεὸς δίδωσιν αὐτὸς ἀφ' ἑαυτοῦ, πλὴν καὶ ὡς ἄνθρωπος λέγεται λαμβάνειν. τοῦτο δέ φησιν, ὅτι διὰ τὴν δύναμιν τοῦ πατρὸς οὐδεὶς ἁρπάζει αὐτὰ ὡς αὐτοῦ μὴ ἱκανοῦ ὄντος πρὸς φυλακήν, ἀλλὰ τοῦτό φησιν, ἵνα μὴ ἀντίθεον αὐτὸν εἴπωσιν· προεῖπε γάρ, ὅτι οὐδεὶς ἁρπάζει αὐτὰ ἐκ τῆς χειρός μου καὶ δεικνὺς μίαν οὖσαν ταύτην τὴν χεῖρα, ποτὲ μὲν αὐτοῦ, ποτὲ δὲ τοῦ πατρὸς αὐτὴν εἶναί φησιν· αὐτὸς γάρ ἐστιν τοῦ πατρὸς δεξιά. εἶτα ἵνα μὴ διὰ τούτων τῶν ῥημάτων ἐλάττονα εἶναι νομίσῃ τις τοῦ πατρὸς τὸν υἱόν, ἐπήγαγεν ἑξῆς· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, κατὰ τὴν δύναμιν δηλονότι, ἣν καὶ χεῖρα καλεῖ. 358 {3Jο 10, 30}3Σημαίνων, ὅτι οὐκ ἔστι καθ' ὑπόστασιν ἓν ὁ πατὴρ καὶ ὁ υἱός, εἶπεν τὸ ἐγὼ καὶ ὁ πατήρ· ἓν γάρ εἰσι τῇ οὐσίᾳ, τῇ δυνάμει, ἣν καὶ χεῖρα καλεῖ, ποτὲ μὲν ἑαυτοῦ, ποτὲ δὲ τοῦ πατρός. 359 {3Jο 10, 32}3Οὐκ ἐμοῦ μόνον εἰσὶ τὰ ἔργα, ἀλλὰ τῆς πάσης θεότητος· ὁ γὰρ πατὴρ δι' υἱοῦ ἐν πνεύματι ἁγίῳ πάντα ποιεῖ, διδάσκει δὲ ἡμᾶς μετριοφρονεῖν καὶ μὴ ἀλαζονεύεσθαι, ἐὰν λάβωμέν τι παρὰ θεοῦ. 360 {3Jο 10, 33}3Ἀγνοοῦντες, ὅτι οὐ γυμνῇ τῇ θεότητι ἔμελλεν ὁ υἱὸς ἐπιδημεῖν, ἀλλὰ σαρκούμενος «ἐκ σπέρματος ∆αβίδ», βλασφημίαν ἔλεγον τὴν ὀρθὴν ὁμολογίαν. 361 {3Jο 10, 34}3Εἰ οἱ Ἰσραηλῖται ἄνθρωποι ῥυπαροὶ χάριτι τοῦτο λαβόντες οὐκ ἐγκαλοῦνται, πῶς ὁ φύσει τοῦτο ἔχων ἐπιτιμᾶται; 362 {3Jο 10, 36}3Ἁγιασθεὶς λέγεται ὁ υἱός, ἐπειδὴ ἐπέμφθη σφαγῆναι ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας· ἅγια γάρ ἐστι τὰ ® ἀφοριζόμενα τῷ θεῷ εἰς θυσίαν. 363 {3Jο 10, 37 38}3 363Ἐπειδὴ τὴν οὐσίαν ἰδεῖν ἀμήχανον, ἀπὸ τῆς τῶν ἔργων ἰσότητος τὸ ἀπαρ άλλακτον τῆς δυνάμεως παρίστησι, δι' ὧν λέγει ἐξ ἑαυτοῦ γινώσκεσθαι τὸν πατέρα καὶ ἐκ τοῦ πατρὸς ἑαυτόν. 364 {3Jο 10, 38}3Ἐγὼ ἐν τῷ πατρί εἰμι καὶ ὁ πατὴρ ἐν ἐμοὶ θεωρεῖται κατὰ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας· εἷς γὰρ ὁ τῆς φύσεως ὅρος, κἂν ἐν ἰδιαζούσαις ὑπάρξεσι νοοῦμεν τὴν ἁγίαν τριάδα· ὁ γὰρ πατὴρ οὐκ ἔστιν υἱὸς ἢ πνεῦμα οὐδὲ μὴν τὸ ἀνάπαλιν, εἰ καὶ οὐκ εἰσὶν ἐν διαστάσει διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν τε καὶ ἰσότητα· εἰ γὰρ καὶ ἐφ' ἡμῶν ἡ τοῦ τεκόντος οὐσία γιγνώσκεται καὶ ἐν τῷ τεχθέντι ὁ πατὴρ κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλὰ τῷ κεχωρίσθαι ἡμᾶς τοῖς σώμασιν, οὐκέτι «ἕν ἐσμεν» οἱ πολλοί. 365 {3Jο 10, 39}3Ἐξ ὧν εὐκόλως αὐτοὺς διαφεύγει καὶ ἀκόντων αὐτῶν, δείκνυται, ὅτι οὐκ ἂν ἑάλω εἰ μὴ ἑκών. 366 {3Jο 10, 40}3Ἵνα ἀναμνήσῃ τοὺς ὄχλους, ὧν εἶπεν περὶ αὐτοῦ ὁ Ἰωάννης, ἦλθεν ἐκεῖ. οἱ περάσαντες τὸν μυστικὸν Ἰορδάνην ἀποκομίζονται πρὸς θεὸν ὡς καὶ ὁ Χριστὸς πέρασας τὸν Ἰορδάνην ἦλθεν εἰς τὴν τῶν ἐθνῶν ἐκκλησίαν καὶ ἔμεινεν ἐκεῖ. 367 {3Jο 11, 2}3Οὐκ ἔστιν αὕτη ἧς ὁ Ματθαῖος μέμνηται καὶ ὁ Λουκᾶς· ἐκεῖναι γὰρ πόρναι ἦσαν, ὧν ἠνέσχετο ὁ Χριστὸς δι' ἀγαθότητα. 368 {3Jο 11, 2}3Ἵνα εὐλογίαν ἐκ τῆς ἁγίας σαρκὸς ἀναμάξηται, ἐποίησεν τοῦτο. 369 {3Jο 11, 4}3Οὐκ ἔστι πρὸς διηνεκῆ θάνατον, ἀλλ' εἰς μόνας τέσσαρας ἡμέρας. ἐπειδὴ ἀνέστη μετ' οὐ πολύ, πρὸς τὸ πέρας ὁρῶντες τοῦ πράγματος λέγομεν
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.