Fragmenta in Joannem · §u06-rem-mid

Unit 6 rem mid

Rem mid: Unit 6; lemma continues; reading with the letter.

Greek

ἀναστάσεως τὸ δεδεμένων τῶν χειρῶν καὶ τῶν ποδῶν καὶ τῶν ὀφθαλμῶν ἐξελθεῖν περιπατοῦντα. διὰ τοῦ λύειν ἐμαρτύρουν, ὅτι οὐκ ἦν φάντασμα, ἀλλ' ὁ Λάζαρος ἦν. ® 389 {3Jο 11, 45 48}3Ἐκ τούτου δῆλόν ἐστιν, ὅτι οὐ πάντες οἱ περὶ τὴν Μαρίαν Ἰουδαῖοι ἐθεάσαντο τὴν ἀνάστασιν Λαζάρου, ἀλλά τινες ἐξ αὐτῶν, οἳ καὶ ἐπίστευ σαν εἰς Χριστόν. οἱ δὲ λοιποὶ ἀκούσαντες ὑπὸ τῶν τεθεαμένων ταῦτα κατῆλθον πρὸς τοὺς Φαρισαίους διερεθίζοντες αὐτοὺς κατ' αὐτοῦ ὡς ἀνόσιον τετολ μηκότος· διέβαλλον γὰρ ὡς τὸν τεθαμμένον ἀνασκάψαι ἐπιτάξαντα. εἶτά φησιν, ὅτι συνήγαγον κατ' αὐτοῦ συνέδριον καὶ διελογίζοντο λέγοντες· ἐὰν ἀφῶ μεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτὸν καὶ ἐπέρχονται ἡμῖν οἱ Ῥωμαῖοι ὡς ἐπὶ ὑποψίᾳ τυραννίδος καὶ καθελοῦσιν ἡμῶν τὴν πόλιν. ταῦτα δέ, εἰ καὶ βασκαίνοντες ἔλεγον, ἀλλ' ἐξέβη καὶ μὴ προσδοκώντων αὐτῶν, ὅτε αὐτὸν ἐσταύρωσαν. 390 {3Jο 11, 46}3Ὡς ἀνόσιόν τι τετολμηκότα ποιῆσαι διέβαλλον ὡς τὸν τεθαμμένον ἀνα κάμψαι ἐπιτάξαντος. μετὰ τοσαύτας ἀποδείξεις ὡς περὶ ψιλοῦ ἀνθρώπου ἔλεγον ἀγνοοῦντες, ὅτι αὐτὸς ἦν ὁ Χριστὸς ὁ τῶν σημείων δημιουργός. 391 {3Jο 11, 48}3Ἐάν, φησίν, οἱ πιστεύοντες εἰς αὐτὸν ποιήσωσιν αὐτὸν βασιλέα, ἐπέρ χονται ἡμῖν ὡς τυραννήσασιν οἱ Ῥωμαῖοι καὶ γυμνοῦσιν ἡμᾶς πάντων. διὰ τὸ μὴ ὑπομεῖναι τὰ δεινὰ ἔλεγον, ἵνα ἀναιρεθῇ. καὶ ὅτε αὐτὸν ἐφόνευσαν, ἐξέβη τὰ λυπηρὰ κατ' αὐτῶν. 392 {3Jο 11, 49}3Ὅτε ἐγένοντο ὠνηταὶ αἱ ἱερωσύναι, οὐκέτι τὸν ἅπαντα χρόνον ἑαυτῶν οἱ ἱερεῖς ἱεράτευον οὔτε κατὰ γένος, ἀλλ' οἷς ἐβούλοντο οἱ Ῥωμαῖοι ® ἐδίδουν αὐτὴν διαδεχόμενοι αὐτούς, ὅτε ἤθελον. 393 {3Jο 11, 49 51}3Στόματι λαλοῦντι μόνον, οὐ μὴν τῆς τοῦ ἁγίου πνεύματος χάριτος ἁψαμένης αὐτοῦ τῆς καρδίας, πρὸς τιμὴν τῆς ἱερατείας ἐδόθη αὐτῷ τὸ προειπεῖν, οὐ μὴν ὡς προφήτῃ. οὐδὲν δὲ ὠφελεῖ τινα τὸ προφητεύειν. ἁρμόζει κατὰ τῶν μὴ ὀρθῶς πιστευόντων προλεγόντων δέ τινα, οἵτινες, ἐὰν εἴπωσιν ἐν «ἡμέρᾳ» κρίσεως τῷ κυρίῳ· «κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν», ἀκούσονται, «ὅτι» οὐκ οἶδα «ὑμᾶς». οὐ δεῖ οὖν ἐκ τούτου πλανηθῆναι· ἡ γὰρ προφητεία οὐκ ἔστι καρπὸς ἔργων ἀγαθῶν, ἐξ ὧν τοὺς ἁγίους καταλαμβάνομεν, ἀλλὰ τὸ πᾶν τοῦ πνεύματος ἔργον, εἰ καὶ δι' ὀργάνων ἀνθρωπίνων, ὅ ἐστιν γλώττης ἀνθρώπων, λαλεῖ. 394 {3Jο 11, 52}3 394Ὑπὲρ τῆς κοινῆς ἁπάντων σωτηρίας ὁ Χριστὸς τὸν θάνατον ὑπέμεινεν. 395 {3Jο 11, 52}3Τέκνα θεοῦ τοὺς πιστοὺς καλεῖ ὁ εὐαγγελιστὴς τοὺς ἐξ ἐθνῶν τοὺς «μακρὰν» ὄντας καὶ «ἐγγὺς» γεγονότας «εἰς ἓν σῶμα», μίαν κεφαλὴν ἔχοντας τὸν Χριστόν. προαναφωνεῖ ὃ οὐκ οἶδεν, δοξάζων τὸν Χριστὸν κατ' ἀνάγκην ὡς καὶ ὁ Βαλαάμ. 396 {3Jο 11, 54}3Εἰς κατάκριμα τῶν Ἰουδαίων ἀναχωρεῖ οὐ δειλιῶν καὶ ἡμᾶς διδάσκων ἐν ἀκμῇ τῆς ὀργῆς μὴ ἐπιρρίπτειν ἑαυτοὺς κινδύνοις. ἔφυγεν ἀναμένων τὸν ἐπιτήδειον τοῦ πάθους καιρὸν καὶ τῆς ἐκείνων φειδόμενος σωτηρίας. 397 {3Jο 11, 55}3Οἱ ἡμαρτηκότες ἑκούσια ἢ ἀκούσια πταίσματα οὐκ ἐποίουν τὸ πάσχα, εἰ μὴ ἡγνίσθησαν

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.