Fragmenta in Joannem · §u06-rem-close

Unit 6 rem close

Rem CLOSEOUT: Unit 6 CLOSEOUT.

Greek

τὸν συνήθη ἁγνισμόν. 398 {3Jο 12, 1–2}3Ὁ δὲ Λάζαρος οὐ φανεὶς εὐθὺς ἀπέθανεν, ἀλλ' ἐπέζησεν ἐσθίων καὶ πίνων καὶ τὰ συνήθη πράττων, ὅπερ ὡς ἀποθαυμάζων ὁ εὐαγγελιστὴς εἶπεν. 399 {3Jο 12, 1–4}3Ἡ Μάρθα θεωρεῖται εἰς τὴν πρακτικὴν ἀρετήν, ἡ δὲ Μαρία εἰς τὴν πνευματικὴν θεωρίαν. ἄλλοι τὴν Μάρθαν ἐκλαμβάνουσιν εἰς τὴν παλαιὰν δια θήκην, ἥτις τὴν τοῦ κυρίου τράπεζαν εὐτρεπίζει διὰ τῆς τῶν παλαιῶν μαρτυρίας τοῖς περὶ Χριστοῦ συνισταμένη δόγμασιν, τὴν δὲ Μαρίαν εἰς τὴν εὐαγγελικὴν παιδείαν, ἥτις μύρῳ τρίβουσα τοὺς πόδας τοῦ κυρίου, τοῦτ' ἔστι τὴν περὶ τὴν γῆν αὐτοῦ οἰκονομίαν, εὐωδίας ἐπλήρωσεν ὅλην τὴν γῆν, ἥτις ἐστὶν οἶκος πάσης τῆς ἀνθρωπότητος. ἄλλοι τὴν Μάρθαν νοοῦσι τὴν τῶν Ἰουδαίων συνα γωγὴν διὰ τῶν σαρκικῶν θεραπεύειν θέλουσαν τὸν θεόν, τὴν δὲ Μαρίαν τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὴν πνευματικὰς θυσίας καὶ εὐώδη πίστιν προσάγουσαν θεῷ καὶ ἀναματτομένην τὴν ἀπὸ τῆς σαρκὸς αὐτοῦ εὐλογίαν διὰ τῆς μυστικῆς μεταλήψεως. 400 {3Jο 12, 3}3Ἐν τάξει γὰρ εὐωδίας ἡ τοῦ Χριστοῦ γνῶσις ἔμελλεν πληροῦν τὸν κόσμον. 401 {3Jο 12, 5}3Μέμφεται Ἰούδας, ὅτι μύρον προσήνεγκε καὶ οὐκ ἀργύριον ἀγνοῶν τὸ ὄντως καλόν· δεῖ γὰρ τὴν εἰς τὸν θεὸν δωροφορίαν προτιμοτέραν εἶναι τῶν πτωχῶν. 402 {3Jο 12, 6}3Ἠνείχετο αὐτοῦ ὁ κύριος κλέπτοντος, ἵνα μὴ εἴπῃ, ὅτι διὰ χρημάτων ἔρωτα καὶ ἔνδειαν ἐποιησάμην τὴν προδοσίαν. ἱερόσυλος ἦν ὁ Ἰούδας τὰ τῷ θεῷ ἀνατεθειμένα χρήματα κλέπτων. 403 {3Jο 12, 7}3Πρὸς ἔλεγχον τοῦ ἀναισθήτου Ἰούδα ἐμνήσθη τοῦ ἐνταφιασμοῦ. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἀνάμεινον μικρὸν καὶ ἀπελεύσομαι. τῆς γυναικὸς ὑπεραπολο γεῖται, ἵνα μὴ δόξῃ προτιμᾶν ® ἑαυτὸν τῶν πτωχῶν. 404 {3Jο 12, 7 8}3Εἰπὼν ἄφες τὴν τοῦ Ἰούδα ὑπόκρισιν ἐλέγχει τὰ ἄξια ἐπαίνου μεμφο μένου. ἐπειδὴ δὲ ἡ τοῦ μύρου δαπάνη οὐ διὰ τρυφὴν ἐγένετο, ἀλλὰ διὰ χρείαν μυστικήν, ἀπολογεῖται ὑπὲρ τῆς Μαρίας, εἰ καὶ ἠγνόει τοῦ μυστηρίου τὴν οἰκονομίαν. δι' ὧν δὲ εἶπεν ἐνταφιασμόν, καταισχύνει τὸν Ἰούδαν, ® ὅτι δι' αἰσχρο κερδίαν ἔμελλε προδοῦναι τὸν διδάσκαλον. 405 {3Jο 12, 7 8}3Ὅτε χρεία ἐστὶ πνευματικῆς λειτουργίας ἢ ὑμνῳδίας, οὐ δεῖ ταύτας ἐᾶν καὶ ἀπιέναι περὶ εὐποιΐας, ἀλλὰ μετὰ τὰς λειτουργίας ταύτας. 406 {3Jο 12, 10}3Μονονουχὶ ἔγκλημα ® ἐποιοῦντο κατὰ τοῦ ἀνθρώπου, ὅτι καλῶς ἔπαθεν. 407 {3Jο 12, 12 13}3Ὡς νενικηκότι τὸν θάνατον ὑπήντησαν αὐτῷ μετὰ βαΐων· ἡ γὰρ ∆αβὶδ προφητεία διὰ ® τούτου πληροῦται. 408 {3Jο 12, 14 15}3Τύπος ἐστὶ τοῦ ὄνου τὰ ἔθνη, οὓς ὁ κύριος ὄντας ἀκαθάρτους πεποίηκεν ὑποχειρίους. τύπος δέ ἐστιν ὁ πῶλος τῶν ἐθνῶν, ὃν ὁ κύριος καθίσας ἀνάγει εἰς τὴν «ἄνω Ἰερουσαλήμ», ἧς τύπος ἡ ἐπίγειος. πῶλον δὲ αὐτοὺς καλεῖ, ἐπειδὴ ἀγύμναστοι ἦσαν τῆς κατ' εὐσέβειαν πίστεως. 409 {3Jο 12, 16}3∆ιὰ τοῦτο ἠγνόουν, ἵνα μὴ σκανδαλισθῶσιν, εἴ γε βασιλεὺς ὢν τοιαῦτα μέλλει πάσχειν, καὶ ὅτι οὐκ ἐδύναντο εὐθὺς χωρῆσαι τὴν γνῶσιν τῆς βασιλείας. 410 {3Jο 12, }3Καὶ μὴ χρώμενοι τῷ νόμῳ ἀνῄεσαν προσκυνήσοντες εἰς τὸν νόμον ὡς εἰς σεπτὸν ®

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.