Fragmenta in Joannem · §u07-open

Fragmenta in Joannem Unit 7 opening

Unit 7.

Lemma-led open — τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίους. ο , Καιρὸς τοίνυν τοῦ μεταβῆναι τοὺς μαθητὰς

Greek

τόπον διὰ τὰ γενόμενα θαύματα περὶ Ἰουδαίους. 411 {3Jο 12, 21}3Καιρὸς τοίνυν τοῦ μεταβῆναι τοὺς μαθητὰς εἰς τὰ ἔθνη, εἰ καὶ κατὰ τὴν ἀρχὴν οὐκ ἐποίησαν τοῦτο, ἵνα μὴ σκανδαλισθῶσιν οἱ Ἰουδαῖοι. 412 {3Jο 12, 24}3∆όξαν καλεῖ τὴν ἀνάστασιν, μεθ' ἣν ὡς υἱὸς θεοῦ ἐδοξάσθη. 413 {3Jο 12, 24}3Μὴ θορυβεῖσθε, ἐὰν ἀποθάνω· τότε γὰρ μᾶλλον αὔξει τὸ κήρυγμα καὶ οἱ ἐξ ἐθνῶν πιστεύουσιν. καὶ μὴ ἀπιστεῖτε· καὶ γὰρ ἐν τῷ σίτῳ τοῦτο γίνεται. ὅταν παθὼν ἀποθάνω, ἀνίσταμαι μετὰ πλείονος δόξης· μέλλουσι γὰρ πάντες πιστεύειν εἰς ἐμὲ ὡς θεόν. 414 {3Jο 12, 25}3Ὁ τῆς ἐν τῷ κόσμῳ τούτῳ καταφρονήσας ζωῆς τὴν ἄφθαρτον κτᾶται ἐν τῷ μέλλοντι.ἐκεῖνός ἐστιν ὁ φιλῶν τὴν ἑαυτοῦ ψυχὴν καὶ ἀπολλύων αὐτὴν ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους, ὁ δὲ μισῶν καὶ σῴζων αὐτὴν ὁ μὴ πειθόμενος αὐτῇ ἐπιταττούσῃ τὰ ἄτοπα. 415 {3Jο 12, 28}3∆ιὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως. δόξαν δὲ καλεῖ τὸν σταυρόν, δι' οὗ οἱ ἄν θρωποι ἔγνωσαν τὸ τοῦ πατρὸς ὄνομα. 416 {3Jο 12, 28}3Περίβλεπτος μὲν ἦν ἀεὶ ὁ υἱὸς ἐν τοῖς παραδόξοις συνεργὸν ἔχων τὸν πατέρα καὶ εἰσαῦθις δὲ δοξάζει διὰ τοῦ ἐπὶ τῷ θανάτῳ σημείου· ὡς γὰρ ἄνθρωπος διὰ τοῦ πατρὸς ἠγέρθη, εἰ καὶ ὡς φύσει θεὸς ὁ υἱὸς ἑαυτὸν ἤγειρεν. 417 {3Jο 12, 28}3Πῶς ἡ φωνὴ διεσκευάσθη, οὐχ ἡμῶν ἐστιν εἰπεῖν· οὐ γὰρ σῶμα ἔχων ὁ πατὴρ ἐλάλησεν, ὥς τινες ἐπεχείρησαν εἰπεῖν αἱρετικοί. 418 {3Jο 12, 29}3Τῷ μὲν πλήθει ἄσημος ἡ φωνή, ἴσως δὲ ὅτι τοῖς μαθηταῖς διὰ τοῦ Χριστοῦ ἐγνωρίσθη, ἔδει νοῆσαι τοὺς Ἰουδαίους, ὅτι ὁ πατὴρ ἦν ὁ ἀντιφθεγξάμενος καθ' ὃν οἶδε τρόπον· οὐ γὰρ βροντὴν ᾔτησεν ὁ Ἰησοῦς γενέσθαι. 419 {3Jο 12, 31}3∆ιὰ πίστεως ἢ ἀπιστίας τῶν μὲν οἰκειουμένων θεῷ, τῶν δὲ ἐχθρῶν καθισταμένων κρίνεται δι' ἐμοῦ πᾶσα ἀνθρωπότης, τῷ διαβόλῳ ὡς ἐπὶ δι καστηρίου λέγουσα· ἔστω φησὶ τοὺς ἄλλους ἀνθρώπους ὡς ἁμαρτωλοὺς ἐφό νευσας, ἵνα τί καὶ τὸν κύριον; ὁ τῆς ἐπιδημίας καιρὸς κρίσις ἐστι τοῦ κόσμου μέλλοντος Χριστοῦ τοὺς ἀνθρώπους δικαιοῦν καὶ ἀπαλλάττειν τῆς τοῦ διαβόλου πλεονεξίας, οὐ νῦν κατακρίνειν· ὁ γὰρ Χριστοῦ θάνατος τὴν πᾶσαν ἀνθρω πότητα δικαιοῖ κατὰ τοῦ τὸν κόσμον ἀδικήσαντος διαβόλου τῆς κρίσεως γινο μένης. 4 {3Jο 12, 32}3Εἰπὼν πάντας καὶ τοὺς ἐξ ἐθνῶν σημαίνει. ἕλκει δὲ ὡς ὑπὸ τυράννου κατεχομένους καὶ οὐ δυναμένους ἀφ' ἑαυτῶν φυγεῖν, ὅπερ ἀλλαχοῦ καλεῖ ἁρ παγήν. καὶ λεγέτω τις, πῶς καὶ σοῦ περιεγένετο; οὐ γὰρ μόνον, ὅτι ἀνίσταμαι, ἀλλὰ καὶ πάντας ἕλκω εἰς τὸ πιστεῦσαι εἰς ἐμέ, ὅτι θεός εἰμι, οὐ ψιλὸς ἄν θρωπος. 421 {3Jο 12, 33}3Ἔδειξεν, ὅτι ἑκὼν ἔπαθε καὶ εἰδώς, ὅτι οὐ μόνον ἀπέθνῃσκεν, ἀλλὰ καὶ ποίῳ τρόπῳ, ὁ εὐαγγελιστὴς τὸν σταυρὸν ὠνόμασε θάνατον. 422 {3Jο 12, 34}3Ἀγνοοῦσιν Ἰουδαῖοι, ὅτι Χριστὸς ὡς μὲν πρόβατον σφαγιάζεται, ἀναστὰς δὲ μένει εἰς τὸν αἰῶνα μηκέτι ἀποθνῄσκων. 423 {3Jο 12, 35}3Φῶς καλεῖ τὴν εὐαγγελικὴν διδασκαλίαν, σκότος δὲ τὴν ἄγνοιαν ἢ τὴν ἀσεβῶν κατάκρισιν. αὐτός ἐστι τὸ φῶς. χρόνον δὲ λέγει καὶ τὸν πρὸ τοῦ πάθους καιρὸν καὶ πᾶσαν τὴν νῦν ζωὴν διὰ φιλανθρωπίαν προτρεπόμενος αὐτοὺς εἰς πίστιν. 424 {3Jο 12, 36}3Οἱ ἐν φωτὶ περιπατοῦντες υἱοὶ φωτὸς γίνονται. εἰ δὲ ἄνω υἱοὺς θεοῦ εἶπεν τοὺς πιστούς, οὐδὲν ἐκ τούτου· μία γὰρ ἐνέργεια πατρὸς καὶ υἱοῦ. 425 {3Jο 12, 36}3 425Ὁδὸς σωτηρίας ἡ εἰς Χριστὸν πίστις, ἥτις ποιεῖ υἱοὺς φωτός, ὅ ἐστι τοῦ πατρός· φῶς γὰρ ὁ υἱὸς καὶ ὁ πατὴρ ὡς μιᾶς φύσεως. 426 {3Jο 12, 36}3Εἰδὼς ὡς θεός, ὅτι ὠργίζοντο, ὑπανεχώρησεν διδοὺς καιρὸν τοῦ δοκι μάσαι τὰ λαληθέντα αὐτοῖς, οὐ δειλιῶν. 427 {3Jο 12, 37–38}3Μὴ λεγέτω τις· τί οὖν ἦλθεν ὁ Χριστὸς εἰδώς, ὅτι οὐ πιστεύσωσιν· λεκτέον γάρ, ἵνα μὴ σχῶσιν πρόφασιν τῆς ἀπιστίας Ἰουδαῖοι, ἐπεὶ καὶ οἱ προφῆται ἐλάλουν εἰδότες, ὅτι οὐκ ἐπείθοντο. 428 {3Jο 12, 38}3Οὐκ ἀπὸ τῆς προρρήσεως Ἠσαΐου ἐβιάσθησαν εἰς τὸ μὴ πεισθῆναι, ἀλλ' ὅτι

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.