Fragmenta in Joannem · §u07-rem-mid

Unit 7 rem mid

Rem mid: Unit 7; lemma continues; reading with the letter.

Greek

τυγχάνει τῆς ζωῆς οὔτε ἀπολαύει τῆς τῶν οὐρανῶν βασιλείας. 449 {3Jο 13, 9}3Τὴν ἀρχὴν διὰ ταπεινοφροσύνην ἀντειπὼν νῦν δι' ὑπερβολὴν εὐλαβείας περισσόν τι λέγει ἀμφότερα ὁ Πέτρος ἐξ ἀγάπης σφοδρᾶς εἰπών. 450 {3Jο 13, 11}3Καθαροὶ ἦσαν τῇ διδασκαλίᾳ φωτισθέντες καὶ ἀπαλλαγέντες τῆς Ἰουδαϊκῆς πλάνης καὶ πᾶσαν πονηρίαν ἀποβαλόμενοι τῷ συνεῖναι Χριστῷ. δι' ὧν δὲ τοῖς ἄλλοις μαρτυρεῖ καθαρότητα, μεμολυσμένον ἀποδείκνυσι τὸν μὴ καθαρόν. 451 {3Jο 13, 13}3Εἰπὼν τὸ εἰμὶ ἔδειξεν, ὅτι φύσει θεός ἐστι καὶ διδάσκαλος. 452 {3Jο 13, 14}3Οὐχ ὅτι ῥυπαροὶ ἦσαν, ἔνιπτεν αὐτούς, ἀλλ' ἵνα διδάξῃ μετριάζειν. οὐ λουτροῦ τάξιν ἐπέχει ὁ νιπτὴρ οὐδὲ ἁμαρτήματα κουφίζει, ἀλλ' εἰς τελείαν ἀρετὴν ὁδηγεῖ. 453 {3Jο 13, 15}3Οὐ μόνον λόγῳ, ἀλλὰ καὶ ἔργῳ τῆς τελείας ταπεινοφροσύνης δέδωκε τὸ ὑπόδειγμα. 454 {3Jο 13, 17}3Οὐ τὸ εἰδέναι τὴν ἀρετὴν ζηλωτόν, ἀλλὰ τὸ ἐργάζεσθαι· τὸ γὰρ εἰδέναι καὶ μὴ ποιεῖν πλείω κόλασιν ἐπάγει. τὸ δὲ εἰδέναι τυχὸν πολλῶν, τὸ δὲ ποιεῖν οὐ πάντων. διὸ εἶπεν· μακάριοί ἐστε ἐὰν ποιῆτε. 455 {3Jο 13, 18}3Οὐ διὰ τὸ ἀποβῆναι τοὺς τοῦ πνεύματος λόγους ἠναγκάσθη ὁ Ἰούδας προδοῦναι, ὅπερ ἐστὶ πάσης βλασφημίας ἀνάμεστον, ἀλλ' ἵνα γνῶμεν, ὅτι περὶ ἐκείνου εἶπεν ἡ γραφή, ὃν ὁρῶμεν ποιήσαντα τὸ προλεχθέν. εἰ δὲ ὁ κύριος ἐξελέξατο τὸν Ἰούδαν καὶ παρέβη, οὐδὲν ἐκ τούτου· καλὸν γὰρ ὄντα αὐτὸν ἐξελέξατο καὶ μετεβλήθη ὡς ὁ Ἀδὰμ καὶ ὁ Σαούλ· τὸ γὰρ αὐτεξούσιον οὐκ ἀναιρεῖ ὁ θεός, ἀλλὰ συγχωρεῖ ἕκαστον, καθὼς βούλεται, πράττειν, ἵνα καὶ οἱ κακοὶ κολασθῶσι καὶ οἱ ἐνάρετοι στεφανωθῶσιν. 456 {3Jο 13, 26}3∆ιὰ τοῦ ψωμίου ἐπλήρωσεν ὁ κύριος τὴν προφητείαν τὴν λέγουσαν «ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν». 457 {3Jο 13, 27}3Τῇ τετράδι ἐνέβαλεν ὁ σατανᾶς τῷ Ἰούδα, ἵνα προδῷ τὸν κύριον καὶ ἐλάλησε τοῦτο τοῖς Ἰουδαίοις τῇ πέμπτῃ ἑσπέρας. ἐπειδὴ εἶδε τὸν Ἰούδαν θέλοντα ἔργῳ παραδοῦναι τὸν κύριον καὶ σπεύδοντα εἰς τοῦτο, τότε εἰσῆλθε εἰς αὐτόν. ἄλλο οὖν ἐστι τὸ ἐμβαλεῖν καὶ ἄλλο τὸ εἰσελθεῖν εἰς αὐτόν, ὥσπερ ἄλλο ἐστὶ τὸ πλῆξαί τινα χειρὶ ἔξωθεν καὶ ἄλλο τὸ δοῦναί τινι καιρίαν καὶ εἰσωθῆσαι τὸ ξίφος. 458 {3Jο 13, 27}3 458Εἴσοδον λέγει τοῦ διαβόλου ὁ εὐαγγελιστὴς τὸ κυρῶσαι τὸν Ἰούδαν ποιῆσαι τὰ τῷ διαβόλῳ ἀρεστά. ὅτε δῆλον αὐτὸν ἐποίησεν ὁ θεὸς καὶ ἀφώρισεν, τότε αὐτῷ ὁ διάβολος ἐπεπήδησε διὰ τὴν ἄμετρον ἀναισχυντίαν. 459 {3ςο 13, 27}3Οὐχ ὡς προστάττων τοῦτο λέγει, ἀλλ' ὡς ὀνειδίζων ὃν ἀφῆκε πράττειν ὃ ἤθελεν, ἐπείπερ οὐκ ἐβούλετο διορθωθῆναι. ἐπειδὴ τοῦτό σοι δέδοκται, σπούδασον ἐπὶ τὴν κατ' ἐμοῦ ἐπιβουλήν· οὐ γὰρ λυπεῖ με τὸ παθεῖν. 460 {3Jο 13, 27}3Οὐκ αἴτιον τῆς ἀποστασίας Ἰούδα τὸ ἐν τάξει εὐλογίας δοθὲν αὐτῷ ψωμίον, ἀλλ' ἡ μετὰ τὸν ἔλεγχον ἀμετάθετος κακία. διὸ καὶ ὡς εἰς ἀθύρωτον πόλιν εἰσεπήδησεν ὁ ἐχθρός. 461 {3Jο 13, 28}3Ἐπειδὴ τάχα ὁ Ἰωάννης λάθρα αὐτῷ εἶπε καὶ ἤκουσεν, οὐδεὶς ἔγνω· εἰ γὰρ ἔγνωσαν, τάχα ἂν καὶ ἀπέκτειναν αὐτὸν ἢ ὅτι ἐν θορύβῳ ἦσαν ὡς μὴ εἰδότες τὰ ἐν καρδίᾳ τοῦ Ἰούδα ἠγνόουν τὸ λεχθέν. 462 {3Jο 13, 29}3Ἐάν τις εἴπῃ, πῶς ὁ ἐξ ἀλλοτρίων τρεφόμενος καὶ μήτε πήραν ἢ βαλλάντιον συγχωρήσας βαστάσαι τοῖς μαθηταῖς γλωσσόκομον εἶχε, λεκτέον, ὅτι ἕνεκεν μόνον τῶν πτωχῶν τοῦτο ἐγένετο. 463 {3Jο 13, 31}3Εἰ καὶ ὁ υἱὸς πάντα ποιεῖ, ἀλλ' οὖν δι' ὧν ὅσα ποιεῖ τῷ πατρὶ ἀνατίθησι, δοξάζει τὸν πατέρα. 464 {3Jο 13, 31}3Ὁ Χριστὸς ὡς διὰ τοῦ ἰδίου θανάτου θανατώσας τὸν θάνατον ἐδοξάσθη, διδάσκει, ὅτι τὸ ὑπομεῖναι διὰ τὸν θεὸν ἐπονείδιστα δόξα ἐστίν. 465 {3Jο 13, 31}3Ἐδοξάσθη ὁ πατὴρ ἐν υἱῷ, ἐπειδὴ ἐγνώσθη τίνος ἐστὶ πατήρ. οὕτως καὶ ὁ υἱὸς δοξάζεται ὡς τοιοῦτον ἔχων τὸν γεννήσαντα αὐτόν. 466 {3Jο 13, 32}3∆ι' ἑαυτοῦ ὁ πατὴρ δοξάσει τὸν υἱὸν καὶ εὐθύς, ὅ ἐστιν ἐν τῷ σταυρῷ, ὅτε ἥλιος ἐσκοτίσθη, αἱ πέτραι ἐσχίσθησαν καὶ μετὰ πεντήκοντα ἡμέρας τὸ πνεῦμα κατελθὸν πᾶσι κατάδηλον ἐποίησε τὸν υἱόν. 467 {3Jο 13, 33}3Ἐζήτουν αὐτὸν ὡς ἀγαπῶντα καὶ ὡς διδάσκαλον. 468 {3Jο 13, 33}3Τοῖς ἀνθρώποις εἶπεν τοῦτο διὰ τὴν αὐτῶν ἀπιστίαν· τοῖς γὰρ μαθηταῖς συνῆν καὶ σύνεστι διὰ παντὸς καὶ ὅτι μετὰ τὴν ἀνάστασιν καὶ

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.