Fragmenta in Joannem · §u07-rem-close

Unit 7 rem close

Rem CLOSEOUT: Unit 7 CLOSEOUT.

Greek

εἶδον αὐτὸν καὶ συνέφαγον. 469 {3Jο 13, 34}3Καινόν ἐστι τὸ εἶδος τῆς ἐντολῆς ταύτης καὶ ὑπὲρ νόμον τὸ ἀγαπᾶν τὸν πλησίον ὑπὲρ ἑαυτόν. οὐ θέλω ὑμᾶς ἀγαπᾶν ἐκείνους οὓς χρεωστεῖτε, ἀλλ' οἷς οὐκ ὀφείλετε· καὶ γὰρ κἀγὼ ὑπὲρ ὑμῶν ® ἀποθνῄσκω, οἷς οὐδὲν ἐποφείλω. 470 {3Jο 13, 34 35}3Οὐκ ἐξ ὧν ποιεῖτε σημείων, γνωσθήσεσθε, ὅτι μαθηταί μού ἐστε· τοῦτο γὰρ ὅλον τῆς ἄνωθέν ἐστι χάριτος, ἀλλ' ἐξ ὧν ἀγαπᾶτε ἀλλήλους καὶ ὁμόνοιαν ἔχετε καὶ χαρίζεσθε ἑαυτούς. 471 {3Jο 13, 35}3Ὁ Χριστὸς υἱός ἐστιν ἀγάπης, ὅς ἐστιν ἡ κατὰ φύσιν ἀγάπη αὐτοαγάπη ὢν φύσει καὶ καρπὸς ἀγάπης οὐκ ἐπίκτητον ἔχων τὸ τῆς ἀγάπης ἀγαθόν. 472 {3Jο 13, 36}3∆ιὰ τὸ ἀδρανὲς ἀπαγορεύει τῷ Πέτρῳ ἀκολουθήσειν αὐτῷ, ὕστερον δὲ ὑπισχνεῖται διὰ τὸ εὔτολμον. ἐπειδὴ καὶ αὐτὸς ὡς ὁ Χριστὸς ἔμελλε σταυ ρωθῆναι, προλέγει τὸ μέλλον αὐτῷ μόνῳ συμβήσεσθαι. 473 {3Jο 13, 37}3Τύπος ἡμῖν γέγονε Πέτρος ἐρωτᾶν τοὺς διδασκάλους ἅπερ ἀγνοοῦμεν. 474 {3Jο 13, 37}3Ἀπιστήσας ποσῶς τοῖς εἰρημένοις ὁ Πέτρος διαπυνθάνεται, οὕτω καὶ ὑπεραποθανεῖν αὐτοῦ ὑπισχνεῖται. 475 {3Jο 13, 38}3Ἐπειδὴ οὐ θέλεις πεισθῆναι, ὅτι ἀδύνατόν ἐστι μὴ γενέσθαι ὃ λέγω, ἐν τῇ ἀρνήσει αὐτὸ γνώσῃ. τοῦτο δὲ ὑπέστη οὐ τοῦ Χριστοῦ αὐτὸν εἰς τοῦτο ἀγαγόντος, ἀλλ' ἐάσαντος αὐτὸν ἔρημον, ἵνα μὴ ἀρθῇ εἰς ἀπόνοιαν. 476 {3Jο 13, 38}3Μηδεὶς λεγέτω, ὅτι ὁ Πέτρος διὰ τοῦτο ἠρνήσατο, ὅτι εἶπεν ὁ Χριστός· οὐ γὰρ ἀνάγκην ἐπέθηκεν αὐτῷ ὥστε ἐλθεῖν αὐτὸν εἰς ἄρνησιν, ἀλλ' ὅπερ ἔμελλεν πάντως ἔσεσθαι, προλέγει τῷ μαθητῇ ὡς θεός. οὐκ ἐξ ἀπίστου δὲ ψυχῆς γέγονεν ἡ ἄρνησις, ἀλλ' ἐξ ἀσθενείας. 477 {3Jο 13, 38}3Οὐ πάντες μέλλετε, φησίν, ἀρνήσασθαι, ἡ ἄρνησις τοῦ Πέτρου διὰ τῆς μετανοίας καὶ ὁμολογίας ἐξαλειφθήσεται. 478 {3Jο 14, 2}3Εἰ μὴ πάλαι ὑμῖν προπαρεσκεύαστο ὁ τόπος, ἐν ᾧ μέλλετέ μοι συνεῖναι, εἶχον ἀπελθεῖν καὶ ἑτοιμάσαι ὑμῖν τόπον. 479 {3Jο 14, 3}3Οὐ χρὴ ἕνεκεν τοῦ ἑτοιμάσαι ὑμῖν τόπον ἀνελθεῖν, ἀλλ' ἵνα νομὴν ποιήσω ὑμῖν ἀνόδου, ὅπου τὸ τῶν ἀγγέλων οἰκητήριον, ὅπερ ἄβατον ἦν πάσῃ σαρκί. ὅταν οὖν ποιήσω τοῦτο, «ἐν τῇ παλιγγενεσίᾳ» ἐλθὼν λαμβάνω ὑμᾶς μετ' ἐμαυτοῦ, ἵνα ἦτε ὅπου εἰμὶ ἐγώ. 480 {3Jο 14, 6}3Ὁδός ἐστιν, ὅτι δι' αὐτοῦ ἤρχοντο καὶ αὐτὸς κύριος ἦν τοῦ ἀνάγειν πρὸς τὸν πατέρα. ἀλήθεια δὲ διὰ τὴν ἀψευδίαν, ὅτι πάντως ταῦτα ἔσται. ζωὴ δέ, ὅτι οὐδὲ αὐτός, φησίν, ὁ θάνατος δυνήσεται ὑμᾶς κωλῦσαι ἐλθεῖν. 481 {3Jο 14, 6}3Ὁδός ἐστι διὰ τὸ πρακτικόν, ἀλήθεια ὡς ἀληθὴς τῆς πίστεως ὅρος, ζωὴ ὡς ἐγείρων ἡμᾶς καὶ εἰς ἀφθαρσίαν ἀνάγων καὶ τῆς ἀρχαίας ἐλευθερῶν ἀρᾶς. 482 {3Jο 14, 7}3Ὄψιν ὧδε λέγει τὴν κατὰ διάνοιαν γνῶσιν. ὁ οὖν θεωρῶν τὸν υἱὸν οὐ γυμνῇ τῇ οὐσίᾳ, ἀλλὰ σάρκα περιβεβλημένον, τὸν ἴσον αὐτοῦ ἐν ἅπασι γινώσκει πατέρα. ἡ γνῶσις τὴν διὰ τῶν ἐννοιῶν θεωρίαν δηλοῖ, ἡ δὲ θέα τὴν διὰ τῶν θεοπρεπῶν ἔργων πληροφορίαν. 483 {3Jο 14, 8}3Ὡς τὸν υἱὸν εἰδὼς ἀκριβῶς εἶπε τοῦτο οἰόμενος τάχα ὀφθαλμοφανῶς δύνασθαι ἰδεῖν τὸν θεόν. 484 {3Jο 14, 9}3Οὐδέν, φησίν, ἕτερόν ἐστιν ὁ υἱὸς ἢ ὅπερ ἐστὶν ὁ πατὴρ μένων υἱός· εἰ γὰρ καὶ ὡς ἔτυχε λέγεις, ὦ Φίλιππε, ὅτι σὲ οἶδα, ὅτι υἱὸς εἶ, ἀλλ' οὐκ ἐπέγνως με, ὅτι ὅλον ἔχων ἐν ἐμαυτῷ τὸν πατέρα μένω πάλιν υἱὸς ὤν. 485 {3Jο 14, 9}3Ἐξ ὧν πεποίηκεν ὁ υἱὸς καὶ πρὸ σαρκώσεως καὶ μετὰ σάρκωσιν, φαίνεται κατὰ νοῦν ὡς «ἐν ἐσόπτρῳ» ἡ ἄπειρος αὐτοῦ ἰσχύς. 486 {3Jο 14, 9}3Ὁ λόγος σημαίνει τὴν ἄγαν ἐμφέρειαν καὶ ἰσότητα. διὸ ἵνα μὴ ἐμπέσῃ τις εἰς τὴν Σαβελλίου αἵρεσιν διαιρῶν τὰς ὑποστάσεις, ἐπάγει λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα. τοῦτο δὲ δηλοῖ διὰ τὴν γνῶσιν. ταῦτα περὶ τῆς ἀοράτου λέγει οὐσίας ἑαυτοῦ τε καὶ πατρός· οὐ γὰρ δυνατὸν σαρκικοῖς ὀφθαλμοῖς ἰδεῖν τὸ θεῖον. διὸ εἶπεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα, οὐχ ὅτι αὐτός ἐστιν ὁ πατήρ, ἀλλ' ὅτι διὰ τὴν ἄγαν ἐμφέρειαν ὁ τὸν υἱὸν ὁρῶν τὸν πατέρα βλέπει· ἐστὶ γὰρ ἕκαστος ἰδιοσύστατος. 487 {3Jο 14, 11}3Φυσικῶς ἐν τῇ ἰδίᾳ φύσει ἔχων τὰ τοῦ πατρὸς ἴδια διὰ τὸ ὁμοούσιον· οὐσιωδῶς γὰρ ὁ υἱὸς ἐμπεριέχει τὸν πατέρα καὶ ἔστιν ἐν αὐτῷ διὰ τὸ ὁμοούσιον. τοῦτο λέγει, ὅτι οὐκ ®

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.