Fragmenta in Joannem Unit 9 opening
Unit 9.
Lemma-led open — ἐν πνεύματι καὶ ἀληθείᾳ
Greek
541 {3Jο 16, 12 13}3Ἀντὶ τοῦ συνῳδά μοι λαλεῖ· οὐ γὰρ ἐνδεὲς τὸ πνεῦμα· ἰδιοσύστατον γὰρ ὂν ὡς ὁμοούσιον πατρὸς καὶ υἱοῦ πάντα οἶδε καὶ ἰσχύει ἀφ' ἑαυτοῦ ποιεῖν. 542 {3Jο 16, 13}3Ὅταν τὸ πνεῦμα διδάξῃ ὑμᾶς, τότε δυνήσεσθε τῶν νομικῶν ἀποστῆναι τύπων καὶ τὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ» ποιῆσαι λατρείαν.οὐ μεῖζον τοῦ υἱοῦ τὸ πνεῦμα, φησίν. διὸ οὐδὲν ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ἃ ἀκούει· ἃ γὰρ ἐγώ, κἀκεῖνος ἐρεῖ.τὸ πνεῦμα διδάξει τοὺς ἀνθρώπους τὰ τῆς τοῦ υἱοῦ θεότητος καὶ δόξης καὶ τῆς πρὸς τὸν πατέρα ἰσότητος.οὐ δι' ἀσθένειαν οὐ λαλεῖ, ἀλλὰ διὰ τὴν ἀκριβῆ συμφωνίαν τῆς τριάδος τοῦτο εἶπεν. 543 {3Jο 16, 14}3Ὡς φυσικῶς ἔχων ὁ υἱὸς τὰ τοῦ πατρὸς διὰ τὸ ὁμοούσιον εἶπεν καὶ τὰ τοῦ πνεύματος ἴδια αὐτοῦ εἶναι ὡς ὄντα κοινὰ τὰ τῆς τριάδος. 544 {3Jο 16, 16}3Ἵνα μὴ λυπήσῃ τοὺς μαθητάς, καὶ οὐκ εἶπεν, ὅτι ἀποθνῄσκω, ἀλλ' οὐ θεωρεῖτέ με. 545 {3Jο 16, 18}3Ὑπὸ τῆς λύπης οὐκ ἐνενόουν καὶ ὅτι μὲν ἀπῄει ᾔδεσαν, πῶς δὲ ἥξει, οὐκ ᾔδεσαν· ἠγνόουν γὰρ τὴν ἀνάστασιν πρὸ τῆς ἐκβάσεως. 546 {3Jο 16, 19–}3Ἐπειδὴ σφόδρα λυπούμενοι οὐκ ἤθελον ἀκούειν περὶ τοῦ θανάτου αὐτοῦ, βουλόμενος αὐτοῖς ἐμπῆξαι τὸ δόγμα τοῦτο εἶπεν τὸ κλαύσετε, μετὰ τὴν λύπην ἔσται χαρά. 547 {3Jο 16, 21}3Μισθὸς τῆς λύπης ἔσται ὑμῶν ἡ χαρὰ ὡς καὶ τῇ λύπῃ τῆς ὠδινούσης ἡ ἀπὸ τοῦ τοκετοῦ χαρά. ἐπειδὴ <ὅτε> ἀπέθανεν, αὐτοῖς ἐφαίνετο ἀπὸ λύπης εἰς χαρὰν ἐλθεῖν, τῷ τῆς τικτούσης παραδείγματι κέχρηται. 548 {3Jο 16, 22}3Ἐπειδὴ πεισθήσεσθε, ὅτι ὡς θεὸς ἀνέστην καὶ οὐκέτι ἀποθνῄσκω, κἂν μετὰ τῆς σαρκὸς ἀναβῶ εἰς τὸν οὐρανόν. 549 {3Jο 16, 25}3Τὸν τῆς ἀναστάσεως καιρὸν λέγει. 550 {3Jο 16, 25}3Ὡς γὰρ ἐν παροιμίαις λαλεῖ ταῦτα ὁ Χριστὸς ὡς παρακατιὼν λέγει· οὐ γὰρ δύναται κατὰ τὸ γράμμα νοεῖσθαι. ἐκεῖνος δὲ αἰτεῖ καὶ λαμβάνει ὁ τὰ λυσιτελῆ αἰτῶν πρὸς βελτίωσιν ψυχαῖς. παροιμίαν λέγει τὸν ἀσαφῆ καὶ ἐγκε καλυμμένον λόγον. διὰ τὴν νηπιότητα αὐτῶν ἐπεσκιασμένως λέγει. ὅταν δὲ προκόψητε, τότε ἀποκαλύπτω ὑμῖν τὴν τοῦ πατρὸς δόξαν. μετὰ τὴν ἀνάστασιν σαφῶς ὑμῖν ἐρῶ τὰ περὶ τοῦ πατρός. ὅταν λάβητε τὸ πνεῦμα, τότε λήψεσθε σαφῆ τὴν περὶ υἱοῦ καὶ πατρὸς γνῶσιν. 551 {3Jο 16, 26}3∆ύναται μὲν ὡς θεὸς δοῦναι, πλὴν ὡς ἤδη εἰπὼν τὸ αἰτῶ οἰκονομικῶς ὡς ἄνθρωπος ἐνέμεινεν τῷ λόγῳ. 552 {3Jο 16, 28}3Ἐκ τῆς οὐσίας, φησίν, ἐξῆλθον τοῦ πατρὸς ἀδιαιρέτως ὢν ἐν πατρὶ καὶ ἰδιοσυστάτως ἔχων ἐν ἐμαυτῷ τὸν πατέρα. οὔτε ὅτε γέγονεν ἄνθρωπος ἀπολειφθεὶς τοῦ πατρὸς ἐληλυθέναι λέγεται εἰς τὸν κόσμον οὔτε ὅτ' ἀνελήφθη μετὰ τῆς σαρκός, ἀπελείφθη τοῦ κόσμου· θεὸς γάρ ἐστι πληρῶν τὰ πάντα. 553 {3Jο 16, 32}3Τὸ «ἄρτι πιστεύετε», ἀνθρωπινώτερον τοῦτο λέγει· καθὸ γὰρ θεὸς ὑπάρχω, ἐν τῷ θεῷ καὶ πατρί εἰμι φυσικῶς καὶ ἀδιαστάτως. διὰ συγκατάβασιν εἶπε τοῦτο, ἐπειδὴ οἱ μαθηταὶ ἤθελον ἀκούειν τοῦτο. 555 {3Jο 16, 33}3Κρείττων καὶ δυνατώτερος ὤφθη ὁ Χριστὸς πάσης κοσμικῆς ἁμαρτίας καὶ δίδωσι καὶ τοῖς πιστοῖς τὸ νικᾶν. ἢ ὅτι ὁ Χριστὸς ἐξ ἡμῶν γεγονὼς καθὸ ἄνθρωπος, κρείττων ἐφάνη θανάτου καὶ φθορᾶς καὶ εἰς ἡμᾶς ἡ χάρις διαβαίνει. καὶ οὕτως ὀφείλομεν θαρρεῖν, ὅτι ληψόμεθα, ἐπειδὴ ὡς ἄνθρωπος νενίκηκε καὶ ἡμεῖς δοκοῦμεν ἐν αὐτῷ νενικηκέναι· εἰ γὰρ ὡς θεὸς ἐνίκησε, πρὸς ἡμᾶς οὐδέν. 556 {3Jο 17, 1}3Ὥραν λέγει τὸν ἐπιτήδειον τοῦ πάθους καιρόν, καθ' ἣν ἔκρινε παθεῖν ὡς καὶ ἐπὶ τοῦ οἴνου εἶπεν, οὐ μὴν τὴν ἀνυπόστατον εἱμαρμένην λέγει. 557 {3Jο 17, 1}3∆ιὰ τοῦ σχήματος τῆς εὐχῆς παιδεύει ἡμᾶς ἐν τοῖς πειρασμοῖς εὔχεσθαι καὶ εἰς τὸν θεὸν καταφεύγειν. 558 {3Jο 17, 2}3∆ιὰ τὸ μὴ σκανδαλισθῆναι τοὺς ἀκούοντας οἰκονομικῶς φησιν ὃ δέδωκάς μοι. 559 {3Jο 17, 3}3Σημειωτέον, ὅτι ἡ ὀρθὴ πίστις ἐστὶν ἡ ὄντως ζωὴ ἡ τὰ ἴδια δωρουμένη ἀγαθὰ τοῖς πιστεύουσιν. ἀπεστάλθαι λέγει ἑαυτὸν οὐχ ὡς ἐξ ἀνάγκης ὑπουρ γήσας τῇ τοῦ πατρὸς βουλήσει
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.