Unit 8 rem close
Rem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek
δούλοις εἶπον ὑμῖν τὰ ἀπόρρητα, ἀλλ' ὡς φίλοις καὶ κοινωνοῖς τῶν ἀγαθῶν. 525 {3Jο 15, 16}3Ὁ υἱὸς <ἀντὶ> τοῦ πατρὸς <τὸ> αἰτούμενον δίδωσιν, ἵνα γνῶμεν, ὅτι οὐκ ἦν ἐλάττων τοῦ πατρὸς ὁ υἱός. 527 {3Jο 15, 18}3Ὑπὲρ ἡμῶν ἐστι τοῦτο· δι' ἐμὲ γὰρ τοῦτο πάσχετε. διὸ μὴ ἀλγεῖτε μηδὲ δυσχεραίνετε· οὐ γάρ ἐστέ μου κρείττους. 528 {3Jο 15, 18}3Εἰ ἐφίλουν ὑμᾶς οἱ πονηροί, ὅ ἐστι ὁ κόσμος, δηλονότι καὶ ὑμεῖς πονηροὶ ἦτε. 529 {3Jο 15, 19}3Ὁ τῶν τοῦ κόσμου καταφρονῶν, εἰ καὶ ἐκ τοῦ κόσμου ἐστίν, λέγεται μὴ εἶναι ἐκ τοῦ κόσμου. 530 {3Jο 15, }3Εἰ ἐγὼ ὑπὲρ τῶν δούλων πάντα ἔπαθον, ὅταν ὑμεῖς οἱ δοῦλοι ὑπὲρ τοῦ δεσπότου πάσχητε τὰ ὅμοια, οὐκ ὀφείλετε βαρέως φέρειν. εἰ τὰ ὅμοιά μου πάθητε, μὴ θορυβεῖσθε· οὕτω γὰρ γίνεσθε κοινωνοὶ τῶν ἐμῶν παθημάτων. εἰ καὶ πρὸς ἐμὴν ὕβριν τοῦτο ποιοῦσιν, ἀλλὰ δι' ἐμοῦ καὶ τὸν πατέρα ὑβρίζουσιν. 531 {3Jο 15, }3Οὐδέν, φησίν, παρέλειψα τῶν εἰς ὠφέλειαν τῶν Ἰουδαίων συντεινόντων, οὐκ ἐν λόγοις, οὐκ ἐν ἔργοις, ὧν μὴ εἶδέ τις ὅμοια. 532 {3Jο 15, 25}3Καὶ διὰ τοῦ προφήτου ἔδειξεν, ὅτι ἄλογον ἦν τὸ κατ' αὐτοῦ μῖσος. πονηρία τῶν Ἰουδαίων ἐπλήρωσε τὸ προφητευθέν. 533 {3Jο 16, 1}3∆ιὰ τὸ γνῶναι ὑμᾶς, ὅτι ὡς φύσει θεὸς οἶδα πάντα, προλέγω τὰ ἐσόμενα καὶ ἵνα πιστεύητε, ὅτι δύναμαι ὑμᾶς ἐλευθερῶσαι τῶν ἐπαγομένων ὑμῖν κινδύνων. 534 {3Jο 16, 2}3Τοσαύτη ἔσται ἡ μανία τῶν ὑμᾶς ἀποκτεινόντων οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ ἐθνικῶν καὶ αἱρετικῶν, ὅτι λατρείας θεοφιλοῦς δύναμιν εἶναι νομίζουσι τὸ σφάξαι ὑμᾶς. 535 {3Jο 16, 4}3Ἵνα μὴ τῷ χρόνῳ ἀμαυρωθῇ τὰ λεγόμενα, ἐσιώπων τὴν κατ' εὐσέβειαν ἀρετὴν διδάξαι. 536 {3Jο 16, 6}3Ὑπὸ τοῦ δέους καὶ τῆς λύπης ἐξέστησαν καὶ ἐσιώπησαν. 537 {3Jο 16, 7}3Ἐὰν μὴ πάθω, οὐκ ἐπιφοιτᾷ ὑμῖν τὸ πνεῦμα τὸ πάσης δόσεως ἀγαθῆς αἴτιον. 538 {3Jο 16, 8}3Τοσαύτη ἐστὶν ἡ δύναμις τῆς τοῦ ἁγίου πνεύματος καθόδου, ὅτι τότε φανερωθήσεται ἡ τῶν εἰς ἐμὲ πεπλημμεληκότων ἁμαρτία. ὅσοι μετὰ τὴν τοῦ ἁγίου πνεύματος κάθοδον οὐκ ἐπίστευσαν εἰς τὸν Χριστόν, ἔμειναν ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις, ὡς ἁμαρτωλὸς κατακρίνεται ὁ μὴ πιστεύσας εἰς τὸν ἀνα μάρτητον. 539 {3Jο 16, 11}3Κατεκρίθη ὡς ἀποκτείνας διὰ τῶν Ἰουδαίων τὸν Χριστὸν ἀναμάρτητον ὄντα, ἐπειδὴ προφασιζόμενος ἔλεγεν, ὅτι ὁ Ἀδὰμ οὐ δι' ἐμὲ ἀπέθανεν, ἀλλ' ὅτι ἥμαρτεν. ἐπειδὴ δὲ μετὰ τὸ πάθος διὰ τοῦ ἁγίου πνεύματος γίνονται αἱ ἰάσεις, διὰ τῶν πραγμάτων δείκνυται τοῦ διαβόλου ἡ κατάλυσις. 540 {3Jο 16, 12}3Ὡς ἄδικος ὁ μὴ πιστεύσας εἰς τὸν δίκαιον τὸν διὰ τὴν δικαιοσύνην αὐτοῦ ἀναληφθέντα εἰς οὐρανοὺς καὶ ἀφανῆ γεγονότα τοῖς ἀνθρώποις. ὡς ῥᾴθυμος, ὅτι κατακλασθέντος τοῦ σατανᾶ οὐδὲ οὕτως αὐτὸν ἠθέλησε νικῆσαι. ®
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.