Fragmenta in Joannem · §u09-rem-mid

Unit 9 rem mid

Rem mid: Unit 9; lemma continues; reading with the letter.

Greek

ἐλάλει καὶ οὐδὲ ἀπὸ τῆς φωνῆς οὔτε ὁ Ἰούδας οὔτε οἱ λοιποὶ ἐπεγίνωσκον αὐτόν, εἰ ® μὴ ὅτε ἠθέλησεν. 576 {3Jο 18, 8 9}3∆ιὰ τὰς τῶν μαθητῶν ἀσθενείας ἔξω ποιεῖται αὐτοὺς πειρασμῶν ὡς θεός· φυλάσσει τοὺς μαθητὰς ἀεί, μόνον τὸν Ἰούδαν τῇ προαιρετικῇ κακίᾳ ἐάσας ἀπολέσθαι. 577 {3Jο 18, 10}3Ὡς θέλων ὑπεραποθανεῖν τοῦ διδασκάλου ἐποίησε τοῦτο. θαρρήσας ὁΠέτρος οἷς ἐποίησεν ὁ Ἰησοῦς καὶ αὐτὸς ἐποίησε τοῦτο. καὶ μὴ ὡς ἀνδροφόνον τις καταιτιάσθω τὸν Πέτρον, ὅπου γε οὐχ ὡς ἑαυτῷ ἀμύνων, ἀλλὰ τῷ διδα σκάλῳ ἐποίησε τοῦτο· πλὴν καὶ ἔτι ἀτελεῖς ἦσαν. διὰ τοῦ τύπου δείκνυσιν, ὅτι πάσης δεξιᾶς ἀκοῆς ἔρημοι ἔσονται οἱ Ἰουδαῖοι. 578 {3Jο 18, 12}3∆ήσαντες αὐτὸν ἐπλήρωσαν τὸ εἰρημένον Ἠσαΐου «δήσωμεν τὸν δίκαιον». ἐδεσμεύθη ὁ κύριος, ἵνα δεσμῶν ἡμᾶς ἀπαλλάξῃ διαβολικῶν. 579 {3Jο 18, ® 15 16}3Συνεισῆλθεν ὁ Ἰωάννης τῷ Ἰησοῦ μετὰ τοῦ ὄχλου ἀγνώστως καὶ τότε ὡς γνωστὸς εἶπε τῇ θυρωρῷ καὶ εἰσήγαγε τὸν Πέτρον. 580 {3Jο 18, 19}3Ἠρώτα τί ἐδίδασκε τοὺς ἑαυτοῦ μαθητάς, ἠρώτα αὐτόν, εἰ συναινεῖ τοῖς διὰ Μωυσέως ἢ ἀλλοίαν διδασκαλίαν εἰσάγει καὶ ποῖα πείθονται οἱ αὐτοῦ μαθηταί, ἵνα ἐὰν εὑρήσῃ αὐτὸν τοῖς Μωυσέως ἐναντιούμενον παραδῷ καὶ αὐτοὺς ὡς θεομάχους τοῖς Ἰουδαίοις. 582 {3Jο 18, –21}3Ἐλέγχει αὐτὸν προσποιούμενον ἀγνοεῖν τὰ ἐν φανερῷ εἰρημένα. εἰ δὲ πάντα φανερῶς ἐδίδαξεν, τὰ λεγόμενα παρά τισι [τὰ] περὶ αὐτοῦ ἀπόκρυφα οὐκ εἰσὶ δεκτά. τοὺς ὑπηρέτας ἐρώτησον τοὺς πρῴην μὲν οὖν θαυμάσαντας τὴν διδασκαλίαν, νῦν δέ με συλλαμβανομένους. 583 {3Jο 18, ® 22 23}3Καὶ μὴ προσταχθεὶς ὁ ὑπηρέτης ἔτυψε τὸν Χριστόν, ἐπειδὴ αὐτὸς ὑπέ δειξεν ὁ Χριστὸς λέγων «ἴδε οὗτοι οἴδασιν» οἵ ποτε ἀκούσαντες καὶ ἐπαινέσαντες, καὶ θέλων ἑαυτὸν ἀπαλλάξαι τῆς ὑποψίας, ὅτι τῶν οὐ θαυμαζόντων ἦν, αὐτὸς ἐποίησε τοῦτο· οὐ γὰρ ἂν ἀκολούθως τι ἐλάλησεν, ἵνα ὡς ἐκ τούτου κινηθεὶς τύψῃ αὐτόν. ἐλέγχει τὸν ὑπηρέτην ἀδικοῦντα οὐ μόνον, ὅτι ἁπλῶς αὐτὸν ἔτυψεν, ἀλλ' ὅτι πρῴην θαυμάσας, νῦν δὲ ἐπ' οὐδενὶ καταγνοὺς ἠτίμασεν αὐτόν. 584 {3Jο 18, 25}3Τοῦ πονηροῦ σείσαντος τὸν Πέτρον ἡττήθη τῆς ὑποσχέσεως. 585 {3ςο 18, 28}3Ἑαυτοῖς οὐκ ἀνεῖλον ὡς ὑπὸ Ῥωμαίους ὄντες, ἵνα μὴ τιμωρηθῶσιν ὑπὸ τοῦ Πιλάτου. 586 {3Jο 18, 28}3Τὸν τύπον τιμῶντες οὐκ εἰσῆλθον, ὅ ἐστι πρόβατον· ἔμελλον γὰρ θύειν τὸ πάσχα κατὰ τὸν νόμον τὸν οὐδὲν ἰσχύοντα παρ' αὐτοῖς. ἢ πάσχα ὅλην τὴν ἑορτὴν λέγει ἢ ὅτι τῇ παρασκευῇ, ὅτε καὶ τὸ παλαιὸν ἐγίνετο πάσχα. 587 {3Jο 18, ® 30 31}3Ἄνευ αἰτίας ἀπεφήναντο δικαίως αὐτὸν παραδεδόσθαι, αἰτίαν εὔλογον λέγουσι τὸ ὑπ' αὐτῶν συλληφθῆναι ὡς πλανώμενοι μηδὲν ποιεῖν ἄδικον αὐτούς. εἰ ὁ νόμος ὑμῶν καὶ τὸν ἀναίτιον κολάζει, κρίνατε αὐτὸν ὑμεῖς.σαφὲς τεκμήριον ὅτι ἑκὼν ὁ κύριος ἔπασχεν, ἐξ ὧν εἰδὼς προεῖπεν, ὅτι ἤμελλε τοῖς ἔθνεσι παραδοθῆναι ἐπὶ τὸ σταυρωθῆναι. 588 {3Jο 18, 31}3Ὡς ἐκπεσόντες τῆς ἀρχῆς–ἦσαν γὰρ ὑπὸ Ῥωμαίους–εἶπον τοῦτο. ἤτοι οὐκ ἔξεστι σταυρῶσαι αὐτόν· οὕτω γὰρ ἤθελον, ἵνα καὶ τὸν τρόπον τῆς αὐτοῦ τελευτῆς ἐκπομπεύσωσιν. ἢ ὅτι βασιλέα ἑαυτὸν λέγει καὶ ἔστι δημόσιον τὸ ἔγκλημα καὶ σοὶ ἀνῆκε θανατῶσαι αὐτόν. 589 {3ςο 18, 35}3Ταῦτα λέγει βουλόμενος αὐτὸν ἀπαλλάξαι. 590 {3Jο 18, 36}3Οἱ ἄγγελοι ἡσύχαζον τοῦ βασιλέως αὐτῶν ὑβριζομένου ἐννοοῦντες τὴν οἰκονομίαν τῆς τοῦ Χριστοῦ παρουσίας. 591 {3Jο 18, 36}3Λύει τὴν ἀγωνίαν Πιλάτου πείθων, ὅτι οὐκ ἔστιν ἀντάρτης, ἀλλὰ βασιλεὺς οὐρανοῦ καὶ γῆς. διὸ ἀναπολόγητος ὁ Πιλᾶτος οὐχ ὡς βλάσφημον αὐτὸν φονεύσας, ἀλλὰ πρὸς χάριν Ἰουδαίων. 592 {3Jο 18, 37}3Ἐγὼ διὰ τοῦτο γέγονα ἄνθρωπος καὶ ἐγεννήθην ἐκ Μαρίας, ἵνα τὸ ψεῦδος καὶ τὸν διάβολον ἐκ τοῦ κόσμου ἀπελάσας ® βασιλεύουσαν ἀποδείξω πάντων τὴν θείαν φύσιν. 593 {3Jο 19, 7 8}3Οὐχ υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν, ἀλλ' ὡς θεοῦ υἱὸς ἄνθρωπον ἑαυτὸν ἐποίησεν ἀτρέπτως μείνας ὡς

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.