Unit 9 rem close
Rem CLOSEOUT: Unit 9 CLOSEOUT.
Greek
ἦν θεός· ὃ γὰρ εἶπον οἱ Ἰουδαῖοι, καὶ ἀδύνατον ἦν ὡς καὶ ἐκ τούτου δειχθῆναι αὐτῶν τὸ ἀσύστατον καὶ ψευδές. διὸ καὶ ὡς εἰδωλολάτρης κοῦφος ὁ Πιλᾶτος συναρπαγεὶς ἀδιακρίτως ἐφοβήθη. 594 {3Jο 19, 11}3Κἂν ἄρχων ᾖ, ἀλλ' οὖν μὴ εὑρίσκων κατ' ἐμοῦ πταῖσμα, οὐκ ἠδύνω μου καταψηφίσασθαι, εἰ μὴ ἑκὼν ἐγὼ εὐδοκίᾳ πατρὸς ἤγαγον ἐμαυτὸν εἰς τὸ παθεῖν. 595 {3Jο 19, 14}3Ἐν αὐτῇ γὰρ τῇ ἑορτῇ ἀπέκτειναν αὐτόν. 596 {3Jο 19, 14}3Τὴν ὥραν ἐπεσημήνατο ὁ εὐαγγελιστὴς διὰ τὴν ἀνάστασιν τὴν ἐν τῇ τρίτῃ γεγονυῖαν ἡμέρᾳ. ὁ καλλιγράφος ἀντὶ τοῦ γάμμα στοιχείου, ὅπερ σημαίνει τὸ τρίτην, ἔγραψε τὸ ἐπίσημον, ὃ καλοῦσιν οἱ Ἀλεξανδρεῖς Γαβέξ, ὃ δηλοῖ τὴν ἕκτην, πολλὴν ἔχοντα πρὸς ἑαυτὰ τὴν ὁμοιότητα. καὶ διὰ τοῦ γραφικοῦ σφάλματος γέγονεν ἡ διαφωνία· ἀντὶ γὰρ τρίτης ὥρας ἕκτην ἔγραψεν. 597 {3Jο 19, 18}3∆ιὰ τοῦ σταυρωθῆναι ἐν μέσῳ δύο λῃστῶν ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα «καὶ μετὰ ἀνόμων ἐλογίσθη». τύπος εἰσὶν οὗτοι τῶν δύο λαῶν τῶν ὄντων κατακρίτων διὰ τὰς αὐτῶν ἁμαρτίας ἢ ὅτι οἱ Χριστῷ κολλώμενοι ὀφείλουσι σταυροῦν ἑαυτοὺς ὡσανεὶ ἀποθνῄσκοντες τῇ πρώτῃ διαγωγῇ, ζῶντες δὲ ἐν καινότητι κατὰ τὸ εὐαγγέλιον. 598 {3Jο 19, 19}3Μὴ εὑρὼν τί εἴπῃ κατ' αὐτοῦ ὁ Πιλᾶτος ἔγραψε τοῦτο, ἵνα μὴ νομισθῇ καὶ αὐτὸς εἶναι λῃστής. βασιλέα αὐτὸν δημοσίᾳ ἀνηγόρευσε καὶ ὅτι οἱ Ἰουδαῖοι τὸν βασιλέα αὐτῶν ἀνεῖλον, διασύρων Ἰουδαίους ἔγραψεν. τοῦτό ἐστι «τὸ χειρόγραφον», ὃ προσήλωσε τῷ σταυρῷ ἡ κατὰ τοῦ Ἀδὰμ ἀπόφασις, ὅπερ ὁ διάβολος κατέχων πάντας ἀνθρώπους ἀπέφερεν εἰς θάνατον ὡς μηδενὸς ποιοῦντος ὁλοσχερῶς τὸ τῷ θεῷ δοκοῦν καὶ ὑπὲρ ἡμῶν ἐν τῷ ξύλῳ ἀποθανὼν ἠλευθέρωσεν ἡμᾶς. 599 {3Jο 19, 30}3Εἰς πέρας ἔφθασεν ἡ τῶν Ἰουδαίων δυσσέβεια καὶ ἑκὼν ὑπέμεινε τὸν κατὰ σάρκα θάνατον καὶ ἔκλινε τὴν κεφαλὴν διὰ τὸ ἐκλύεσθαι τοὺς τῆς σαρκὸς τόνους. 600 {3Jο 19, 30}3Τὴν κεφαλὴν ἔκλινεν· αὕτη γὰρ οὐ προσήλωτο καὶ τότε ἐξέπνευσεν· καὶ γὰρ τοῦ παντὸς ἦν κύριος, καίπερ τοῦ ἔθους ἔχοντος πρῶτον ἐκπνεῖν καὶ τότε τὴν κεφαλὴν κλίνειν. εἰς πέρας ἔφθασεν ἡ τῶν Ἰουδαίων δυσσέβεια καὶ ἑκὼν ὑπέμεινε τὸν κατὰ σάρκα θάνατον καὶ ἔκλινεν τὴν κεφαλὴν διὰ τὸ ἐκλελύσθαι τοὺς τῆς σαρκὸς τόνους. ἡ τελευτὴ δηλοῖ τὸν ἀπὸ τοῦ σώματος τῆς ® ψυχῆς χωρισμόν. 601 {3Jο 19, 31 36}3Προσποιοῦνται τιμᾶν τὴν ἡμέραν καὶ αἰτοῦσι χάριν, ὥστε ταχύτερον ἀποθανεῖν τοὺς ἀνθρώπους. αἰτοῦσιν, ἵνα πληρωθῇ πάλιν ἄλλη γραφὴ ἡ λέγουσα ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. 602 {3Jο 19, 34}3Ἀπιστῶν τις τῶν στρατιωτῶν, εἰ ἀπέθανεν, ἔνυξεν αὐτοῦ τὴν πλευράν. 603 {3Jο 19, 34}3Τὸ αἷμα δηλοῖ τὴν ἀπολύτρωσιν καὶ τὸ ὕδωρ τὸν ἁγιασμόν. δι' ὕδατος ἡ ἐκκλησία ® ἀναγεννᾶται καὶ δι' αἵματος καὶ σαρκὸς τρέφεται. 604 {3Jο 19, 36 37}3Πιστοῦται ὁ εὐαγγελιστής, ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ διὰ τῶν γραφῶν προαναφωνηθείς· συνῳδὰ γὰρ τοῖς περὶ αὐτοῦ λεχθεῖσιν ἐξέβη τὰ πράγματα. ὀστοῦν νοεῖται τὸ εὔτονον καὶ ἄθραυστον τοῦ μυστικοῦ λόγου. ἐπειδὴ δὲ εἰκόνα ἔφερε τὸ πρόβατον τοῦ ἀμνοῦ τοῦ θεοῦ, τρέφεταί τις τὴν κεφαλὴν τοῦ Χριστοῦ τὰ περὶ τῆς θεολογίας αὐτοῦ ἐκλαμβάνων, τοὺς δὲ πόδας διδασκόμενος τὰ περὶ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας, τὰ δὲ ἐντόσθια τὰ ἀπόκρυφα δόγματα· ἕκαστον γὰρ τῶν περὶ Χριστοῦ δογμάτων ἀπόκρυφον ἔχει καὶ μυστικὸν λόγον. ἐπεὶ οὖν ὀστοῦν νοεῖται τὸ εὔτονον τοῦ μυστηρίου, οἱ ἁρμοδίως καὶ συμφώνως κατέχον τες τὸ περὶ τοῦ Χριστοῦ μυστήριον, ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ. ὅτε ἔρχεται κρῖναι, τότε ὄψονται αὐτὸν ® καὶ θρηνήσουσιν. 605 {3Jο 19, 38 39}3Οἱ δεδιότες φανερῶς πλησιάσαι τῷ Ἰησοῦ νῦν ὁρώντων Ἰουδαίων αἰτοῦσι τὸ σῶμα. οὗτος οὐ τῶν ιβʹ ἦν, ἀλλὰ τῶν ἑβδομήκοντα καὶ ὡς σβεσθέντος τοῦ θυμοῦ τῶν Ἰουδαίων ἀδεῶς προσῄει. οὕτω δὲ ὠμοὶ ἦσαν οἱ Ἰουδαῖοι, ὅτι οὔτε θάψαι αὐτοῦ τὸ σῶμα ἠνέσχοντο οἱ ἐπιχώριοι, ἀλλ' ὁ ἀπὸ ®
About this text
Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.
Witnesses
- Copy-text PG 85 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.