Fragmenta in Joannem · §u10-rem-close

Unit 10 rem close

Rem CLOSEOUT: Unit 10 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

συγκαταβάσεως ἦν τὰ πρῶτα. τὰ ἀνθρώπινα δὲ ποιεῖ πρὸ τοῦ πάθους. εἰ δὲ ὁ Λουκᾶς εἶπεν, ὅτι καὶαὐτὸς «ἔφαγεν» οὐχ ὡς ἔτι τῆς σαρκὸς δεόμενος, ἀλλὰ πρὸς ἐπίδειξιν ® τῆς ἀναστάσεως. 640 {3Jο 21, 15 17}3 Ἀναζωπυρῆσαι αὐτὸν βουλόμενος ἐκ τῆς κατὰ τὴν ἄρνησιν ἀθυμίας ἐρωτᾷ αὐτὸν καὶ διὰ τῶν τριῶν ἐρωτήσεων καὶ καταθέσεων ἐξαλείφει τὰς τρεῖς φωνὰς τῆς ἀρνήσεως καὶ διὰ λόγων ἐπανορθοῖ τὰ ἐν λόγοις γενόμενα πταίσματα. ἔθος δὲ γέγονεν ἐκ τούτου τρεῖς ὁμολογίας ἀπαιτεῖσθαι τοὺς μέλλοντας βαπτισθῆναι. 641 {3Jο 21, 17}3 Ἐρωτᾷ αὐτὸν τρίτον οὐχ ὡς ἀγνοῶν–πῶς γὰρ καὶ ὁ προειπὼν τοῦ αὐτοῦ πάθος; –ἀλλ' ἵνα δείξῃ, ὅτι πάνυ μέλει αὐτῷ τῆς προστασίας τῶν αὐτοῦ προβάτων καὶ ὅτι πάνυ αὐτὸν ἠγάπα ὁ Πέτρος. 642 {3Jο 21, 19}3Τοῦτο τὸν διὰ σταυροῦ θάνατον σημαίνει, ὃν ἄκων ὑπέστη, εἰ καὶ διὰ τὰ ἐλπιζόμενα ἑκὼν ἐθανατώθη. τινὲς ἐκ τούτου ᾠήθησαν, ὅτι ἄκων ὁ Πέτρος ἔπαθεν, τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλ' ἤθελε μὲν παθεῖν, οὐκ ἤθελε δὲ σταυρωθῆναι, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἁπλουστέροις τῆς αὐτῆς τῷ δεσπότῃ ἠξιῶσθαι τιμῆς. διδάσκει οὖν αὐτὸν μὴ ταράττεσθαι· οὐ γὰρ προαιρετικὸν τὸ σχῆμα τοῦτο, ἀλλὰ ὑπὸ ἄλλων ® ἐπαγόμενον.643 {3Jο 21, 22 23}3Τοῦτο εἶπεν ἐκκόψαι θέλων τὴν πρὸς ἑαυτοὺς ἣν εἶχον ἄκαιρον συμ-πάθειαν· εἰ γὰρ μὴ ἐχωρίζοντο ἀλλήλων, τὰ μέγιστα εἶχεν ἡ οἰκουμένη ζημιωθῆναι. οὐκ εἶπεν δέ· οὐκ ἀποθνῄσκει, ἀλλὰ ἐὰν αὐτὸν θέλω μένειν, τοῦτ' ἔστιν ἔργον ἐνεχειρίσθης, τοῦτο ποίει, τὰ σαυτοῦ μερίμνα· τί γὰρ σὺ θέλεις, εἰ μὴ βούλομαι αὐτὸν ἀποστεῖλαι σὺν σοί, ἀλλὰ μεῖναι ὧδε; 644 {3Jο 21, 23}3Οἱ μαθηταὶ ὡς ἀπόφασιν ἐδέξαντο τὸν τοῦ κυρίου λόγον, ὅτι οὐκ ἀποθα-νεῖται, ὅπερ οὐκ εἶπεν. ἀλλ' ὃ εἶπεν, αἰνιττόμενος εἶπεν τὸ μακρόβιον τῆς αὐτοῦ ζωῆς· ἐν γὰρ τοῖς χρόνοις ἄνευ τιμωρίας ἀπέθανεν. 645 {3ςο 21, 24}3 Ὡς ἀψευδῶς λαλήσας ἑαυτῷ μαρτυρεῖ τὴν ἀλήθειαν. διὸ ἐν πολλοῖς ἀορίστως ἑαυτὸν ὀνομάσας ὧδε φανερῶς σημαίνει ἑαυτόν· αὐτὸς γάρ ἐστιν ὁ γράψας τὸ εὐαγγέλιον. οὐκ ἂν ὑπὸ θεοῦ ἀγαπώμενος εἶχεν ψεύσασθαι, διὸ μὴ ἐνδοιάσητε· οὐ γὰρ ἂν αὐτὸν ἠγάπησεν ἡ ἀλήθεια παραλύοντα τὴν ἀλήθειαν. 646 {3ςο 21, 25}3Παραιτητέον λαλεῖν τὰ κρείττονα πάσης τῆς ἐν βίβλοις γραφῆς, ἅπερ οὐδὲ αὐτὸς ὁ κόσμος δύναται χωρῆσαι διὰ μέγεθος θεωρημάτων. εἰ πάνταἐγράφετο, οὐδεὶς ἀνθρώπων ἤρκει πρὸς τὴν τῶν βιβλίων κτῆσιν. διὰ τοῦτο οὐκ ἐγράφη, ἵνα μὴ ὑπερβῇ τὴν μνήμην τῶν ἀκουόντων. ἤτοι εἰ ἐγράφη πάντα, ἀναρίθμητα ἤμελλον εἶναι τὰ βιβλία καὶ οὐδεὶς ἠδύνατο πάντα γνῶναι. ἤτοι ἐὰν θέλῃ τις τὸ μέγεθος τῶν γεγονότων παραστῆσαι, οὐ χωρεῖ αὐτὰ ὁ κόσμος οὔτε ἡ ἀνθρωπίνη ἀκοή. τινὲς λέγουσιν, ὅτι οἱ κοσμικῶς ζῶντες οὐ χωροῦσι τὰς θεοσημείας ἀκοῦσαι κατὰ τὸ ἐν ἀρχῇ εἰρημένον· «καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω», ὡς καὶ αὐτὸς ὁ κύριος εἶπεν, ὅτι «οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον». 647 {3Jο 21, 25}3Πολλαί εἰσι καὶ ἀναρίθμητοι αἱ θεοσημεῖαι καὶ ἀπὸ πολλῶν ταῦτα ἐλήφθη δυνάμενα τελείως ὠφελῆσαι. 648 {3Jο 21, 25}3Τοσαῦτά ἐστι τὰ γενόμενά τε καὶ εἰρημένα ὑπὸ τοῦ σωτῆρος, ὥστε πάντα βιβλιοφυλακεῖα πλήρη ἄν, φησίν, οἶμαι γενέσθαι βιβλίων τὰς ἱστορίας τοῦ κυρίου περιεχόντων ἔργων καὶ τῶν ἐπ' αὐτοῖς λόγων, εἰ καθ' ἕκαστόν τις ἅπαντα μέλλοι συγγράφειν. 649 {3Jο 21, 25}3∆ιάφορον νοοῦμεν τὸ τοῦ κόσμου ὄνομα. καὶ δυνατὸν κατὰ μίαν σημασίαν παραστῆσαι τὸ ἀψευδὲς τοῦ λόγου καὶ ἐλέγξαι τὴν προπέτειαν τῶν ἀσυνέτως διασυρόντων τοὺς θεοπνεύστους τῶν εὐαγγελιστῶν λόγους.

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.