Fragmenta in Joannem · §u10-rem-mid

Unit 10 rem mid

Rem mid: Unit 10; lemma continues; reading with the letter.

Greek

® νεκροὺς καὶ ὅσα τελειότερα. 631 {3Jο , 22 23}3∆ι' ὧν ἐμφυσήσας ἔδωκε πνεῦμα, ἔδειξεν, ὅτι ὁμοούσιον αὐτοῦ ἐστι καὶ οὐκ ἀλλότριον καὶ δι' αὐτοῦ προϊὸν ἐκ τοῦ πατρός, ὅπερ αὐτοὺς ἐνεύρωσεν εἰς τὸ ποιῆσαι τὰ θεῷ ἀρεστὰ καὶ γνῶναι τοῦ κατὰ θεὸν μυστηρίου τὴν δύναμιν. τὸ δὲ ἐμφύσημα ἐποίησε τὸν ἀνακαινισμὸν τῇ ἀνθρωπότητι καὶ ἀναλαβεῖν τὸ «κατ' εἰκόνα» ὅπερ εἶχεν Ἀδὰμ πρὸ παραβάσεως. εἰπὼν δὲ πέμπειν, προέπεμψε πρὸ καιροῦ, ἵνα πιστώσηται, ὅτι ἔσται τοῦτο ἐπὶ πᾶσι τῷ ὁρισθέντι καιρῷ. 632 {3Jο , 24}3Καὶ ἀπὼν ὁ Θωμᾶς ἔτυχε τῆς τοῦ πνεύματος χάριτος διὰ τῆς ἐμφυσήσεως· ἐφ' ὅλον γὰρ τῶν ἀποστόλων τὸν χορὸν ὁ κύριος τὴν χάριν ἐξέχεεν. 633 {3Jο , 25}3Ὑπὲρ μέτρον ὁ Θωμᾶς πολυπραγμονήσας διὰ τὸ νομίζειν ἀδύνατον ἐγκαλεῖται. διὸ οὐκ εἶπεν μόνον ἐὰν μὴ ἴδω, ἀλλὰ ἐὰν μὴ ψηλαφήσω μή πως φάντασμα εἶναι τὸ ὁρώμενον. ἀκούσας μὲν οὖν ἐκ τῶν μαθητῶν, ὅτι λόγχῃ <πληγὴν> ἔλαβεν, ἐπείσθη καὶ μὴ ἑωρακώς, τὸ δὲ τῆς ἀναστάσεως ὡς ὑπὲρ λόγον ἠπίστησεν. οὐ τοσοῦτον ὡς ἀπιστῶν εἶπεν, ὅσον λυπούμενος, ὅτι μὴ καὶ αὐτὸς ἠξιώθη τῆς θέας. οἰκονομικῶς δὲ ἠπίστησεν ὁ Θωμᾶς, ἵνα πάντες δι' αὐτοῦ γνῶμεν, ὅτι τὸ σταυρωθὲν ἀνέστη σῶμα· διὰ γὰρ τοῦ ζητεῖν ἰδεῖν τὰ περὶ τὴν σάρκα ® τραύματα, αὐτὴν τὴν σάρκα, εἰ ἀνέστη, ἐζήτει. 634 {3Jο , 26 27}3 Ἡ γὰρ τῶν σημείων ἔκπληξις σχεδὸν καὶ ἄκοντας τοὺς ὁρῶντας ἕλκει πρὸς πίστιν. 635 {3Jο , 27}3∆είκνυσιν ἑαυτὸν τραύματα ἔχοντα καὶ συγχωρεῖ αὐτῷ ψηλαφῆσαι αὐτόν· διὰ γὰρ συγκατάβασιν οὕτως ὤφθη τῷ Θωμᾷ καίπερ πάσης παχύτητος τοῦ σώματος ἀπηλλαγμένου καὶ κούφου γεγονότος, ἵνα πεισθῇ, ὅτι αὐτὸ ἦν τὸ σταυρωθὲν σῶμα. ἐξ ὧν δὲ τοῖς τοῦ Θωμᾶ κέχρηται λόγοις, δείκνυσιν, ὅτι καὶ ὅτε ὁ Θωμᾶς ἐλάλει ταῦτα, παρῆν. εἰ δὲ καὶ ἄφθαρτα καὶ ἀνελλιπῆ τὰ σώματα ἐγείρεται ἐν τῇ καινῇ ἀναστάσει, ἀλλ' ἵνα μηδεὶς ἀπιστίας περιλείπηται λόγος, ὡς ἐζήτησεν ἰδεῖν ὁ Θωμᾶς, οὕτως ὑπέδειξεν· οὐ μόνον δὲ τὸν Θωμᾶν, ἀλλὰ καὶ τοὺς ἀγγέλους ἀγνοοῦντας τῆς σαρκώσεως τὴν οἰκονομίαν καὶ λέγοντας· «τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ» καὶ πάλιν· «τί αὗται αἱ πληγαὶ ἀνὰ μέσον τῶν χειρῶν σου;» διδάσκων λέγει· «ἃς ® ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου».636 {3Jο 21, 1 6}3 Ἡ θεωρία ὅλη τῆς περικοπῆς ταύτης οὕτως ἔχει. οἱ πρὸ τῶν μαθητῶν ἐν σκότει διανύοντες τῆς δαιμονιώδους πλάνης οὐδὲν ἐπίασαν ἢ πάνυ ὀλίγους, ὅπερ ἐστὶν ἀντὶ οὐδενός, ἀλλ' οὐδὲ οἱ τύποις καὶ σκιᾷ λατρεύοντες, ὅπου καὶ αὐτοὶ τοῦ νόμου καταφρονήσαντες ἐντάλμασιν ἐπείθοντο ἀνθρωπίνοις, ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν πληθὺς ἀσαγήνευτος ἦν μὴ δεχομένη τὰ θεῖα μαθήματα. ὅτε δὲ ἦλθεν ὁ τῆς «δικαιοσύνης ἥλιος» ὁ πεινῶν τὴν τῶν ἀνθρώπων σωτηρίαν, οὐδὲν εὗρε παρὰ τοῖς ἀνθρώποις βρώσιμον καὶ λέγει τὸν εὐαγγελικὸν προβάλλεσθαι λόγον, ἥ ἐστιν ἡ δεξιὰ διδασκαλία, πρὸς ἣν ὁ νόμος καὶ οἱ προφῆται παραβαλλό-μενοι ἀριστερὰ νοεῖται· καὶ τῇ χάριτι τοῦ ἐπιτάξαντος εἵλκυσαν πολλούς· ὑπερβαίνει γὰρ τὸ ἐπὶ τούτῳ θαῦμα τὴν τῶν ἀποστόλων ἰσχύν. 637 {3Jο 21, 11}3 Ἕλκει τὴν πνευματικὴν σαγήνην ὁ Πέτρος σὺν τοῖς ἄλλοις προσάγων τῷ Χριστῷ τὴν ἄγραν. νοοῦνται δὲ οἱ ἑκατὸν τὸ τῶν ἐθνῶν πλήρωμα, οἱ δὲ πεντήκοντα τὸ κατ' ἐκλογὴν τὸ ἐξ Ἰσραὴλ σωθὲν γένος, οἱ δὲ τρεῖς τῆς ἁγίας τριάδος τὴν δήλωσιν ἐπινοοῦσιν, ἧς εἰς δόξαν ἡ τῶν πιστῶν ζωὴ τῶν σαγηνευθέντων νοεῖται συνεζευγμένως. 638 {3Jο 21, 12}3Τὸ δεῦτε ἀριστήσατε αἴνιγμα ἔχει ὁ λόγος, ὅτι μετὰ τοὺς πόνους διαδέξεται τοὺς ἁγίους ἀνάπαυσις καὶ τροφὴ καὶ ἀπόλαυσις. 639 {3Jο 21, 13}3Οὐκ ηὔξατο νῦν κλῶν τὸν ἄρτον δεικνύς, ὅτι

About this text

Ammonius of Alexandria, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Ammonius of Alexandria’s Fragmenta in Joannem — new OET from PG 85 Greek.

Witnesses

  • Copy-text PG 85 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.