Contra haereticos · §u01-rem-mid

Unit 1 rem mid

Rem mid: Unit 1; lemma continues; reading with the letter.

Greek

ἄνευ παντὸς κινδύνου ἀρνησάμενοι τὴν ὑπὲρ αὐτῶν καταβληθεῖσαν τιμήν; Μηδὲ γὰρ νομιζέτωσαν ἔχειν τι χριστιανοῦ τοῦτο ἀρνούμενοι, πάντα γὰρ τὰ μυστήρια τῶν χριστιανῶν τούτου ἤρτηται· κἂν ἐκκλησίας εἴπῃς, κἂν γραφάς, κἂν κατηχήσεις, κἂν βάπτισμα, κἂν θυσιαστήριον, κἂν αὐτὸ τὸ σῶμα, ἄνευ τοῦ αἵματος οὐδέν ἐστι· σῶμα γὰρ ἄνευ τοῦ αἵματος νεκρόν ἐστι, νεκρὸν δὲ εἰς θυσιαστήριον οὐδεὶς προσφέρει. Ἔστι γὰρ εὑρεῖν κἀν τῇ παλαιᾷ διαθήκῃ πανταχοῦ αἷμα προσφερόμενον καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζονται κατὰ τὸν νόμον. Πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, λέγει ὁ ἀπόστολος· καὶ πάλιν· Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ἀνεκαίνισεν ὁδὸν πρόσφατον καὶ ζῶσαν. Ἔδειξέ σοι πανταχοῦ τὴν ἰσχὺν τοῦ μυστη ρίου τῶν χριστιανῶν, ὅτι οὐκ ἔστιν οὐ τὴν ἁμαρτίαν φυγεῖν, οὐκ αὐτὸν τὸν διάβολον, οὐκ εἰς τὴν εἴσοδον τῶν ἁγίων εἰσελθεῖν, ἣν ἀνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, τοῦ γνωρισθῆναι ὑπὸ τοῦ βασιλέως μὴ ἐπιφερόμενον τὴν σφραγίδα. Εἰ γὰρ στρατιῶται ἐν πολέμοις ἀγωνιζόμενοι καὶ περὶ αὐτῆς σωτηρίας ἀγωνιῶντες τὸ σύμβολον φυλάσσουσι καὶ διὰ τοῦτο τὴν εὔνοιαν τὴν εἰς τὸν βασιλέα ἐνδείκνυνται τοῦτο λογιζόμενοι ὅτι ἐὰν τοῦτο ἀπολέσω σιν, οὐκέτι δυνήσονται τὸ πρόσωπον τοῦ βασιλέως θεάσασθαι, τί ποιήσουσιν αὐτοὶ οὐκ ἄψυχον σημεῖον ἀπολέσαντες, ἀλλ' αὐτοῦ τοῦ αἵματος τοῦ Χριστοῦ ἀποσυληθέντες; Ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ, παντὸς ἀνθρώπου πλανηθέν τος ἐλεεινότεροί εἰσι καὶ πολλῶν θρήνων ἄξιοι οἱ ἐν ταῖς αἱρέσεσι ταύταις πλανηθέντες. Τοσοῦτον γὰρ κατίσχυσεν αὐτῶν ὁ πονη ρὸς καὶ ἐσκότισε τὴν ἀσύνετον αὐτῶν καρδίαν, ὡς μὴ ἐπιγινώ σκειν αὐτοὺς ὃ πεπόνθασι. ∆έον γὰρ αὐτοὺς στένειν καὶ δακρύειν τοσούτων καὶ τηλικούτων ἀγαθῶν καὶ αὐτῆς τῆς ζωῆς στερηθέν τας. Τὸ ἐναντίον πεπόνθασι· δικαίους ἑαυτοὺς ὀνομάζουσι καὶ πάντων τῶν ἀνθρώπων ὑψηλοτέρους· τί δὲ λέγω τῶν ἀνθρώπων, καὶ αὐτοῦ τοῦ αἵματος τοῦ Χριστοῦ ἁγιωτέρους. Μόνον γὰρ ἂν δράξηταί τινος αὐτῶν ὁ διάβολος καὶ ἐκβάλῃ τῆς ἐκκλησίας, ἔστιν ἰδεῖν ἀπὸ τῆς ὥρας ἐκείνης τὸν τοιοῦτον ἀδικίαν εἰς τὸ ὕψος ἀφειδῶς λαλοῦντα, μηκέτι γνωρίζοντα μήτε τὸν βαπτίσαντα ἱερέα, μήτε τὴν πνευματικὴν μητέρα, τὴν ἐκκλησίαν, τὴν γεννή σασαν αὐτὸν καὶ ἀναθρεψαμένην, μήτε θυσιαστήριον ἐξ οὗ ἀπὸ παιδίου ἐτρέφετο καὶ ἐποτίζετο, μήτε αὐτὰ τὰ προσφερόμενα ἅγια. Ἀλλ' εὐθὺς πρώτη προκοπὴ καὶ μέγα κατόρθωμα αὐτοῖς νομίζεται ἡ ἄρνησις καὶ ἡ βλασφημία ἡ κατὰ τῶν μυστηρίων· ἄρχεται γὰρ λέγειν ὁ τοιοῦτος, μᾶλλον δὲ ὁ διάβολος ὁ ἐν αὐτῷ φθεγγόμενος· «Τί δέ ἐστιν ἐκκλησία; Τί δέ ἐστι βάπτισμα; Ἐκεῖνο δὲ αἷμα Χριστοῦ ἐστι; μὴ γένοιτο ἐκεῖνο εἰσελθεῖν εἰς τὸ στόμα μου «. Ἄθλιε! Εἰ πάσῃ φυλακῇ ἐτήρεις τὴν καρδίαν, εἰ ηὔχου ἐπιπόνως ἕως ἐσχάτης ἀναπνοῆς, παρέμενέ σοι τὸ φυλακτήριον. Εἰ μὴ ἔδωκας εἴσοδον τῷ διαβόλῳ εἰς τὴν καρδίαν σου, οὐκ ἂν ὑπ' αὐτοῦ ἐζωγρήθης εἰς τὸ ἐκείνου θέλημα. Εἰς ταύτην τὴν προκοπήν σε ἀνήγαγεν ἡ ἐγκράτεια καὶ ἡ ἀπόταξις, οὐδὲν ἄλλο τι ἐδίδαξεν ἢ τοῖς ἁγίοις μόνοις ἀποτάξασθαι. Τὸ αἷμα τοῦ Χριστοῦ ἀκάθαρτον καὶ σὺ καθαρός; Ἐγὼ περὶ ἄλλης ἀποταγῆς ἐνόμιζόν σε ἔχειν, περὶ ἧς εἶπεν ὁ κύριος ὅτι Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ, οὐκ ἔστι μου μαθητής, καὶ Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς· καὶ οὐ προσέθηκεν Εἴ τις οὐκ ἀποτάσσεται τῇ ἐκκλησίᾳ μου ἢ τοῖς μυστηρίοις μου, οὐκ ἔστι μου μαθητής. ∆ῆλον γὰρ ὅτι ἐδίδαξεν ἡμᾶς διὰ τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας πρῶτον ἀποτάσσεσθαι τῷ διαβόλῳ καὶ τοῖς εἰδώλοις αὐτοῦ καὶ πάσῃ τῇ πλάνῃ αὐτοῦ, καὶ αὐτῷ μόνῳ συντάσσεσθαι διὰ τῆς ἐκκλησίας αὐτοῦ καὶ τῶν μυστηρίων. Τὴν πρώτην ἀποταγὴν ἀπετάξω ἢ τὴν δευτέραν; Ἡ πρώτη εἰδώλων ἐστὶν ἀποχή, ἡ δευτέρα χρημάτων ἐστὶ καταφρόνησις καὶ πάσης σαρκικῆς ἡδονῆς ὑπεροψία. Ἴδωμεν οὖν ποίαν λέγεις ἀπόταξιν τὴν τῶν χρημάτων. Καὶ τίς οὕτως δεδούλωται τῷ πάθει τῆς φιλαργυρίας ὡς οἱ αἱρετικοί; Οὐ μόνον γὰρ τὰ αὐτοῖς ἐμπίπτοντα χρήματα μετὰ ἀσφαλείας κατέχουσιν, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ὡς οἰκείων φρονισταὶ καὶ ταμεῖα γίνονται καὶ τόκους καὶ πλεονασμοὺς συνάγουσι καὶ ἄλλοις μὲν τὰ χρήματα προσπορίζουσι, αὐτοὶ δὲ τὰς ἀνομίας κερδαίνουσι, μόνον ἵνα τὸ πάθος τῆς πλεονεξίας αὐξήσωσιν. Οὐδεὶς γὰρ ἤκουσέ ποτε ὅτι αἱρετικὸς πάντα πωλήσας τὰ

About this text

Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.