Contra haereticos · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT.

Greek

προσόντα αὐτῷ δέδωκε πτωχοῖς καὶ ποιητὴς τῆς ἐντολῆς ταύτης γέγονε. Μόνοις οὖν τοῖς ἁγίοις ἀπετάξω, μόνον τοῦτο ἐδιδάχθης παρὰ τῆς σῆς ἐγκρατείας καὶ τῆς ἀποτάξεως τὸ μὴ γινώσκειν τὸν ἱερέα σου τὸν ἀεὶ τρέφοντά σε διὰ τῆς μυστικῆς καὶ ἁγίας τροφῆς, οὐδὲν μέγα προκόψας. Εἰ γὰρ ταύτην προκοπὴν λέγεις, εἰς ταύτην φθάνουσι καὶ οἱ μαινόμενοι· κἀκεῖνοι γάρ, ὅταν ὑπὸ τοῦ πάθους τούτου κρατηθῶσιν, ἀγνοοῦσι τοὺς γεννήσαντας, οὐκ ἐπιγινώ σκουσιν ἀδελφόν, οὐ μέμνηνται εὐεργεσιῶν, ἀλλὰ καὶ ἐάν τις θέλῃ βοηθῆσαι, ὡς ἐχθρὸς καὶ πολέμιος ὑπολαμβάνεται παρ' αὐτῶν, καὶ ἐρωτώμενοι παρὰ τῶν ἰδίων τὴν αἰτίαν τῆς λύπης εἰπεῖν ἄναρθρα καὶ ἀνακόλουθα φθεγγόμενοι οὐδὲν ἔχουσι. ∆ῆλον οὖν ὅτι τῷ πάθει τῆς μανίας κατέχονται καὶ οἱ ἀποστάται τῆς ἐκκλη σίας ἐνυβρίζοντες πρὸς πάντας, ἀπεχόμενοι, τὸν πατέρα τὸν γεννήσαντα μοιχὸν ἀποκαλοῦντες, τὴν μητέρα πόρνην νομίζον τες, μὴ τὴν ἐντολὴν τοῦ θεοῦ φυλάττοντες τὴν λέγουσαν Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ἀλλ' ἴσως προφασιζόμενος ἐρεῖ· «Τοὺς σαρκικοὺς γονεῖς λοιδορῶ «. Οὐδὲ τοῦτο καλῶς ποιεῖς· ὁ νόμος γὰρ τοῦτο λέγει καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦτο ἐπισφραγίζεται· μεμφόμενος γὰρ τοῖς Ἰουδαίοις λέγει, ὅτε ἐνεκάλουν αὐτῷ λέγοντες· ∆ιὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων καὶ ἀνίπτοις χερσὶν ἐσθίουσι, λέγει ὁ κύριος πρὸς τοῦτο· ∆ιὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ καὶ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ θεὸς εἶπε· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ὁρᾷς πῶς ἐσφράγισε τὴν ἐντολήν, μᾶλλον δὲ τὸν τῆς φύσεως νόμον διὰ τοῦ οἰκείου λόγου; Καὶ ἦν εἰπεῖν πολλὰ περὶ τιμῆς καὶ φόβου γονέων, ἀλλ' ἀρκεῖ περὶ τούτου μαρτυροῦσα ἥ τε παλαιὰ καὶ καινὴ διαθήκη. Ἴδωμεν δὲ εἰ κἂν τοὺς πνευματικοὺς γονέας τιμῶσι. Τίς οὖν ἐστιν ὁ πνευματικὸς πατήρ; Πάντως μετὰ τὸν θεὸν ὁ ἱερεὺς ὁ βαπτίσας σε· γέγραπται γάρ· Ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα, καὶ Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ ἔδωκάς μοι σὺ ὁ θεός· καὶ πρὸς τοὺς καταπεσόντας Τεκνία μου, φησίν, οὓς πάλιν ὤδινον, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ὃ καὶ εὐχόμεθα καὶ ἐπ' αὐτοῖς γενέσθαι· καὶ ἡ μήτηρ δὲ πάντως ἡ ἐκκλησία καὶ ἡ ἀναθρεψαμένη. Ἆρ' οὖν ὁ αἱρετικὸς γνωρίζει τούτους, γινώσκει τὴν ἀπ' αὐτῶν ὠφέλειαν, ὅτι διὰ τούτων ἔφυγε τὴν τυραννίδα τοῦ διαβόλου, δι' αὐτῶν χριστιανὸς ὠνομάσθη; Τί λέγω χριστιανός; Αὐτὸν τὸν Χριστὸν ἐνεδύσατο· λέγει γὰρ ἡ γραφή· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· μόνον εἰ μὴ ὑπὸ τοῦ ὄφεως πάλιν ἐξεδύθης. Τί οὖν πρὸς ταῦτα; Γνωρίζεις τούτους ἢ καὶ τούτους ἠρνήσω; Καὶ τί ποιήσεις; Εἰ γὰρ τοὺς κατὰ σάρκα γεννήσαντάς σε ἠτίμησας, τοὺς ἀναγεννήσαντάς σε διὰ λουτροῦ παλιγγενεσίας ἀπηρνήσω, πόθεν ἡ ζωή σου; Ἀλλ' ἐπειδὴ ὄντως ἀπεδήμησας εἰς χώραν μακρὰν καὶ τὸ ἐπιβάλλον σοι τῆς πατρικῆς οὐσίας μέρος ἀνήλωσας, καὶ σιτίζῃ τὰ κεράτια καὶ τοῦ πρωτοπο λίτου βόσκεις τοὺς χοίρους. Πρόβατα γὰρ ἐκείνῳ οὐκ ἔστιν, εἷς γάρ ἐστιν ὁ ποιμὴν ὁ καλὸς καὶ μία ἡ ποίμνη αὐτοῦ. Τί δέ ἐστιν καὶ ἡ οὐσία ἣν ἀπώλεσας; Φανερά ἐστι καὶ πάλιν ἔκδηλος· ἡ πίστις καὶ ἡ δωρεὰ ἣν διὰ τοῦ βαπτίσματος ἔλαβες. Ὡς γὰρ βαπτισθεὶς εἰς Χριστὸν Χριστὸν ἐνεδύσω, οὕτως ἀποδημήσας ἀπὸ τῆς ἐκκλη σίας Χριστὸν ἐξεδύσω. Καὶ ἵνα μὴ νομίσῃς σόφισμα εἶναι τὸ λεγόμενον, ἐπαναστρέψαντος ἐκείνου τοῦ υἱοῦ ὁ πατὴρ οὐδὲν ἄλλο ἐκέλευσεν ἢ τὴν πρώτην στολὴν καὶ τὸ δακτύλιον αὐτῷ δοθῆναι. Μίμησαι τοῦτον, ἀδελφέ· ἀνάστηθι ἀπὸ τῶν γηΐνων φρονημάτων ὡς ἐκεῖνος ἀπὸ τῆς γῆς, εἰς ἑαυτὸν ἐλθέ, ὡς κἀκεῖνος εἰπὲ καὶ σύ· Πῶς οἱ μίσθιοι τοῦ πατρός μου περισσεύουσι ἄρτου, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι; Οὐκ ἄρτον ἔχω δυνάμενον στηρίξαι καρδίαν ἀνθρώπου ἢ μόνον τὴν τῶν χοίρων τροφήν, τὰ κεράτια. Τί δέ ἐστι ταῦτα, ἀλλ' ἢ τὰ διαβολικὰ συγγράμματα, ὡς ἐν ἑτέρῳ λόγῳ δείξομεν; Ἐνθυμήθητι πόθεν ἐξέπεσας, πῶς ἀπεπλανήθης δελεασθεὶς ὑπὸ τοῦ ὄφεως τοῦ τὰ μεγάλα ἐπαγγελλομένου, ἵνα σε τῶν παρόντων καλῶν ἀποστερήσῃ. Ἐν γὰρ τῇ ἀρχῇ, ἐδίδαξεν ὁ λόγος, ὅτι τὸν πρῶτον ἄνθρωπον ἤτοι τὴν γυναῖκα οὕτως ἠπάτησεν εἰπών· Ἔσεσθε ὡς θεοί. Καὶ σὲ δὲ τῷ αὐτῷ δόλῳ διὰ τοῦ ὀνόματος τῆς ἐγκρατείας καὶ τῆς ἀποτάξεως ἀπήγαγε τῆς πα τρικῆς οἰκίας πρὸς τὴν χώραν τὴν μακράν, εἰς ἣν οὐκ ἦν πρόβατα, ἀλλ' ἢ μόνον χοῖροι. Καὶ εἰ ἐφύλασσες τὴν

About this text

Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.