Contra haereticos · §u02-open

Contra haereticos Unit 2 opening

Unit 2.

Lemma-led open — δεσποτικὴν ἐντολὴν τὴν λέγουσάν σοι· Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως, οὐκ ἂν ἤκουσ

Greek

δεσποτικὴν ἐντολὴν τὴν λέγουσάν σοι· Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως, οὐκ ἂν ἤκουσας τῆς συμβουλῆς ἐκείνου. Πλὴν φιλάνθρωπος ὁ θεός, οὐκ οἶδε μνησικακῆσαι· μόνον ἐὰν ὑποστρέψῃς, ἕτοιμός ἐστι διὰ τὴν οἰκείαν αὐτοῦ ἀγαθότητα καὶ σοὶ ὑπαντῆσαι ὡς κἀκείνῳ. Οἶδεν ὅτι νενέκρωσαι ἐν τοσούτῳ χρόνῳ ἄρτου μὴ γευσάμενος· περιπτυξάμενός σε φιλήσει τὸν αὐχένα σου, ὃν ἐσκλήρυνεν ὁ διάβολος, καὶ σιτίσει σε πάλιν διὰ τοῦ μόσχου τοῦ σιτευτοῦ, τῶν μυστηρίων τοῦ Χριστοῦ. Ἔσται δὲ καὶ ἐπὶ σοὶ χαρὰ μεγάλη καὶ ἐρεῖ ὁ πατήρ· Χαρῆναι δεῖ καὶ εὐφρανθῆναι, ὅτι ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς καὶ εὑρέθη. Εὑρήσεις δὲ καὶ πάντας ἡμᾶς συγχαρέντας τῷ πατρὶ καὶ συνευφραινομένους ἐπὶ τῇ σῇ σωτηρίᾳ· παρ' ἡμῖν γὰρ φθόνος οὐδὲ εἷς. Ἐὰν ἀκούσῃς τῆς συμβουλῆς ἡμῶν, ταῦτα εὑρήσεις παρά τε τοῦ κοινοῦ πατρὸς περὶ σὲ καὶ παρὰ τοῦ ἀδελφοῦ γινόμενα· ἐὰν ἄρξῃ διὰ τὰ γυναικά ρια τὰ σὺν σοὶ ἀπατηθέντα προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις· «∆ιὰ τοσούτου χρόνου ἐπανέλθω εἰς τὴν ἐκκλησίαν; ἀκούσω παρὰ τῶν γυναικαρίων τῶν συζώντων μοι καταλύτης* «. Μετὰ πολλὰ γὰρ τοῦτο λέλεκται παρ' αὐτοῖς, καὶ αὕτη ἐστὶν ἡ πικροτέρα τέχνη τοῦ διαβόλου, ὅτι οὐ μόνον εἰς τὴν ἀρχὴν ὑποσκελίζει τὸν ἄνθρωπον, ἀλλὰ καὶ μετὰ τὴν πτῶσιν οὐ συγχω ρεῖ τοῦτον ἐπιστρέψαι πρὸς τὸν θεὸν καὶ ἰαθῆναι. Τί ἐστι κατάλυ σις; Καὶ τί παράβασις; Εἰπέ μοι. Πάντως κατάλυσίς ἐστιν, ὅταν τις τὴν πίστιν καὶ τὰ παραδοθέντα αὐτῆς μυστήρια ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καταλείψῃ καὶ εἰς ἀπιστίαν χωρήσῃ. Ταῦτα ἔδει σε ἐν τῇ ἀρχῇ λέγειν, ὅτε ἦς ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ, ὅτε ἔπειθέ σε ὁ διάβολος καὶ οἱ τούτου ἐργάται ἀποστῆναι τοῦ πατρικοῦ πλούτου τῆς ὄντως ζωῆς, τότε σε ἔδει λέγειν· «Οὐ γίνομαι καταλύτης, οὐ γίνομαι παραβάτης, οὐδείς με χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ· αὐτὸς δι' ἐμὲ τοσαῦτα ὑπέστη μηδενὶ ὑποκείμενος, ἵνα με τὸν πλασθέντα ἐξαγοράσῃ τῷ οἰκείῳ αἵματι ἀπὸ τῆς ἁμαρτίας. Καὶ πῶς ἐγὼ δραπετεύσω ἀπὸ τῆς ἐκκλησίας ἀρνησάμενος τὴν ὑπὲρ ἐμοῦ καταβληθεῖσαν τιμήν «. Καὶ ἐπέμενε πείθων σε διὰ τῆς χρηστῆς ἐπαγγελίας καὶ τῶν σεμνῶν ὀνομάτων, ὡς ἔθος ἐκείνῳ καὶ τοῖς ἐργάταις αὐτοῦ, ἀποστῆσαι τῆς πίστεως σπεύδων ἐν προσχήματι ἐγκρατείας καὶ ἀποτάξεως ἤ τινος ἄλλου σεμνοῦ ὀνόματος. Ἔδει σε τότε λέγειν· «Ἔξεστί μοι χριστιανῷ ὄντι καὶ παραμένοντι τῇ ἐκκλησίᾳ καὶ φυλάττοντι τὰ μυστήρια ἀποτάξα σθαι χρημάτων, ἀποτάξασθαι κακίας, ἀποτάξασθαι ὅλῳ τῷ κόσ μῳ, τουτέστι τῶν κοσμικῶν φροντίδων· εἰ δὲ δέοι, καὶ ἐγκρα τεύεσθαι βρωμάτων καὶ πάσης ἡδονῆς σαρκικῆς· καὶ ἵνα μὴ καθὲν λέγω, καὶ εἰ δεῖ παρθενίαν καὶ ἁγνείαν φυλάξαι, ἔξεστί μοι χριστιανῷ ὄντι καὶ φυλάσσοντί μοι τὴν πίστιν ἐποικοδομεῖν ταῦτα πάντα. Ἐὰν γὰρ ἀφέλω τὸν θεμέλιον τῆς πίστεως, ὅς ἐστιν Ἰησοῦς, ποῦ ἐποικοδομήσω τὸ πολίτευμα; Ταῦτα γὰρ ἑκάστην ἡμέραν ἀκούω ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ παρὰ τῶν πατέρων κηρυσσόμενα τῶν καὶ φωτισάντων με· πρὸς ὑμᾶς δὲ ἐρῶ· Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν· ἐάν τις ὑμῖν εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω «. Εἴποτε ἔνηψας, εἴποτε ἐγρηγόρησας, οὐκ ἂν ὑπεσύρης ὑπὸ τοῦ καθηγητοῦ τῶν αἱρέσεων, οὐκ ἂν ἐγεγόνεις ὄντως καταλύτης· οὐδὲ γάρ σε ἐπανελθόντα εἰς τὴν ἐκκλησίαν ἀναγκάσει τις ἐσθίειν καὶ πίνειν τὴν σαρκικὴν τροφήν, ἀλλ' οὐδὲ γαμεῖν ἢ ἐκγαμίζεσθαι, ἀλλ' εἰ δοκεῖ μήτε ἄρτον ἐσθίειν μήτε τι τῶν πιαινόντων τὸ σῶμα. Μόνον τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ ἑαυτὸν μὴ ἀποστερήσῃς μηδὲ τὰ κτίσματα τοῦ θεοῦ βδελύξῃ. Ὅτι ἀπὸ Σίμωνος τοῦ μάγου αὗται αἱ αἱρέσεισ Ἕκαστος τῶν ἀνθρώπων ἐξουσίαν ἔχει ἀποσχέσθαι μὲν τοῦ κακοῦ, προσελθεῖν δὲ τῷ ἀγαθῷ, καὶ τοσαύτην δέξασθαι ἐκ τοῦ ἀγαθοῦ δύναμιν καὶ χάριν ὅσην αὐτὸς βούλεται· οἷον

About this text

Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.