Contra haereticos · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

ἵνα πλέον αὐτοὺς ἐντρέψωμεν, πείσομεν αὐτοὺς ὅτι μέχρι καὶ σήμερον τὴν διδαχὴν ἐκείνου κατέχουσι· καὶ τοῦτο ἀπ' αὐτῶν ἐκείνων λαβόντες τὴν ἀπόδειξιν ἀπὸ τῶν ἰδίων ἐλέγχων αὐτοὺς ἐλέγξομεν. Ὡς γὰρ ἐκκλησία ἡ καθολικὴ καὶ ἀποστολικὴ σῴζει τὴν γενεαλογίαν τοῦ Χριστοῦ, οὕτως καὶ αἱ αἱρέσεις φυλάσσουσι τὴν διαδοχὴν τοῦ Σίμωνος. Γέγραπται ἐν βιβλίῳ παρ' αὐτοῖς φυλασ σομένῳ ὃ λέγουσι Πέτρου Πράξεις, ὅτι Γέμελλός τις γνήσιος μαθητὴς γέγονε τοῦ Σίμωνος· αὐτὸς ἕως τῆς τελευταίας αἰ σχύνης καὶ τοῦ θανάτου αὐτῷ παραμείνας. Καὶ τούτου τὸ ὄνομα μέχρι τοῦ νῦν ἐπίκειται τῇ αἱρέσει τῶν ψευδοἀποτακτιτῶν, Γεμελλῖται γὰρ ἐπονομάζονται. Οὗτος ὁ Γέμελλος μετὰ τὴν πτῶ σιν τοῦ Σίμωνος καὶ τὸν πικρὸν θάνατον–θάνατος γὰρ ἁμαρτωλῶν πονηρός μὴ εὑρὼν τόπον τοῦ καταβλάψαι τινὰ ἢ ἀπατῆσαι ἐν τῇ Ῥώμῃ, ὡς τὸ γράμμα μαρτυρεῖ, οὐδὲ γὰρ ἔστι τοιαύτη αἵρεσις ἐν αὐτῇ–καταλαμβάνει τὰ μέρη ταῦτα καὶ εὑρὼν ἀφελὲς καὶ εὔκολον τὸ ἔθνος καὶ ἄπειρον τῆς πλάνης ἄρχεται τοῦ διδάσκειν καὶ χειροτονεῖν καὶ πάντα κακουργεῖν τὰ μυστήρια τῶν χριστιανῶν καὶ ἑαυτὸν ἀποτακτίτην ὀνομάζει. Καὶ ἦν αἱρεσιάρχης αὐτὸς διαδεξάμενος ἀπὸ τοῦ Σίμωνος τὴν αἵρεσιν, μήτε βάπτισμα λαβὼν παρά τινος, μήτε ὅλως χριστιανὸς ὀνομασθείς, ἢ μόνῳ Σίμωνι μαθητευθεὶς καὶ τὰ ἐκείνου ὠφελημένος. Ταύτην τὴν ἀρχὴν ἔσχεν ἡ αἵρεσις. Χρόνου δὲ προϊόντος καί τινων ἀπατηθέντων διὰ τὸ τοὺς προεστῶτας τῶν ἐκκλησιῶν τοῦ Χρισ τοῦ ἐλαύνεσθαι ὑπὸ τῶν τότε διωκόντων τὴν ἐκκλησίαν, μία δὲ αἵρεσις ὄντες ἐδόκουν λανθάνει καὶ πάλιν ὁ καθηγητὴς αὐτῶν διάβολος ἔχων αὐτοὺς ἅπαξ ὑποχειρίους καὶ εἰς πάντα ὑπηκόους, μερίζει αὐτοὺς εἰς δύο οὕτως· εὑρεθέντες τινὲς εἰς αὐτοὺς ζῷα ἔχοντες ὑπὸ τῶν μὴ ἐχόντων ἐβδελύχθησαν προώ σαντες γὰρ τούτους οἱ μὴ ἔχοντες ὡς ἀκαθάρτους καὶ ἀνοσίους τῆς τοιαύτης ἀποτάξεως, αὐτοὶ μόνοι τὴν προσηγορίαν τοῦ ἀρχηγοῦ αὐτῶν τῆς ἀπωλείας τοῦ Γεμέλλου ἐκληρονόμησαν. Ἀλλὰ γὰρ καὶ αὐτοὺς πάλιν κατατέμνει ὁ διάβολος· ἅπαξ γὰρ κρατήσας αὐτῶν ἀντὶ παιγνίου αὐτοῖς κέχρηται. Εὑρὼν γάρ τινας εἰς αὐτοὺς σάκκινα φοροῦντας ἐχώρισεν αὐτοὺς ἀπὸ τῶν φο ρούντων τὰ ἔρινα ἱμάτια, ὡς ἀπὸ ἀσεβῶν. Ἀλλ' οὐδὲ μέχρι τούτου ἐνεπλήσθη τῆς κατ' αὐτῶν ἀπάτης ὁ διάβολος· πάλιν γὰρ κατα σχίζει τοὺς τὴν ψευδώνυμον ἀπόταξιν περιβεβλημένους. Καὶ μέχρι μὲν τούτου ἦν τις καὶ πρόφασις τῷ διαβόλῳ, δι' ἧς τὸν χωρισμὸν αὐτοῖς ἐποίει· προφάσει γὰρ τετραπόδων ἢ σακκίου ὁ χωρισμὸς ἐγίνετο εἰς αὐτούς. Νυνὶ δὲ πρόφασις οὐδεμία τοῦ χωρισμοῦ, πάντες γὰρ ἴσοι· πάντες γὰρ οὐ τὸ ὄνομα τοῦ Χριστοῦ ἀλλὰ Σίμωνος καὶ Γεμέλλου φέροντες, κἀκεῖνοι Ἀποτακτῖται, καὶ Σίμωνος καὶ Γεμέλλου πάντες διάδοχοι. Καὶ τίς ὁ χωρισμός; Καὶ τίς ἡ αἰτία; Εἴπατε, ἵνα γνῶμεν· ἀπετάξασθε τῷ Χριστῷ καὶ παντὶ τῷ μυστηρίῳ αὐτοῦ, ἔπειτα καὶ ἀλλήλοις μηκέτι εὑρίσκοντες τίνι ἀποτάξασθαι. Ἅπαξ πάντων τῶν ἀγαθῶν ὑστερηθέντες ἀλλήλοις ἀποτάσσονται· ἀλλήλους γὰρ βδελυσσόμενοι καὶ ἀπ' ἀλλήλων χωριζόμενοι ὡς ἀπὸ πολεμίων νομίζουσι χωρίζεσθαι, ὅπερ καὶ ἀπόταξιν ὀνομάζουσιν. Ἴδωμεν δὲ καὶ τὸ ἄλλο σχῆμα ὃ οὗτοι ὡς ἄχρηστον ἀπερ ρίψαντο. Ποῖον ὄνομα αὐτοῖς καινοτομήσουσι τῆς τοιαύτης ἀποτάξεως ἐκβεβλημένοι; Ἀλλ' ὅμως κἀκεῖνοι εὑρίσκουσιν εὐ κόλως ἑαυτοῖς ὄνομα· Ἐγκρατίτας γὰρ ἑαυτοὺς ὀνομάζοντες ὅτι παρατάσσονται ἐκείνοις. Χωρισθέντες γὰρ ἀπ' ἀλλήλων πόλεμον ἀδιάλλακτον κατ' ἐκείνων ἔχουσιν, ὅπως ἴδωμεν τὴν τούτων ἐγκράτειαν καὶ τίνων ἐγκρατεύονται· λόγου δὲ ἐπαγγεί λασθαι ἐγκράτειαν ἢ ἀπόταξιν οὐδὲν θαυμαστὸν οὐδὲ καμάτου πρόξενον· ἀλλ' οὐ ζητεῖται λόγος μόνον, ἀλλὰ καὶ τὸ ἔργον, Λέγει γὰρ ὁ κύριος ἐν εὐαγγελίοις· Τί δέ με καλεῖτε· κύριε, κύριε· καὶ οὐ ποιεῖτε ἃ λέγω· καὶ Ἠσαΐας ὁ προφήτης· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με καὶ τὰ ἑξῆς. Τοῦ γὰρ κυρίου πᾶσαν τὴν δύναμιν τῆς γραφῆς τῆς παλαιᾶς καὶ καινῆς διαθήκης εἰς δύο ἐντολὰς συγ κλείσαντος ἐν τῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἆρα φυλάσσουσιν οὗτοι τὰς ἐντολὰς ταύτας; Ἀλλὰ πάντως οὐδεὶς πιστεύσει τῶν συνετῶν ταῖς ἐπαγγελίαις, ἐὰν μὴ καταμάθῃ ἐν σοὶ τοὺς καρποὺς τῆς γῆς. Ἕτοιμος γὰρ σὺ δὴ μεγάλα ἐπαγγέλλεσθαι καὶ διὰ τούτων ἀπατᾶν τοὺς ἀστηρίκτους. Καὶ ἄνω δὲ τοῦτο ἐδείξαμεν ὅτι αὐτὸς ὁ Σίμων ἀπὸ τῶν ἀποστόλων ἀποστατήσας ἔλεγεν

About this text

Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.