Contra haereticos · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

ἑαυτὸν τὴν δύναμιν τοῦ θεοῦ. Βλέπε πῶς ἐν συντόμῳ εὗρεν ἑαυτῷ ὄνομα δυνάμενον καταπλῆξαι τοὺς νηπιάζοντας. Καὶ ὁ τούτου δὲ μαθητὴς Γέμελ λος ἀπόταξιν κηρύξας ἀποστασίαν ἐποίησεν. Ἴσως οὖν ἀκο λούθως καὶ αὐτὸς τοῖς διδασκάλοις σου ἑπόμενος ταῦτα ἐπαγγέλλεις λόγῳ τοῖς ἔργοις ἀρκούμενος· λέγεις γὰρ ὅτι· «Ἀγαπῶ τὸν θεόν, ἀγαπῶ καὶ τὸν πλησίον καί εἰμι ἐγκρατίτης «. Πρῶτον εἰ ἤθελες ἐγκρατεύεσθαι, οὗπερ ἂν ἐβούλου· τούτῳ γὰρ καὶ ἑαυτὸν ἦν ὠφελεῖν καὶ τὸν πλησίον· εὑρίσκομεν γὰρ ἐν ταῖς γραφαῖς ὅτι δικαίοις ἁμαρτωλοὶ ἐχαρίσθησαν, ἁμαρτωλοῖς δὲ ὁμοῦ συγκατεκρίθησαν δίκαιοι. Καὶ ἦν εἰπεῖν πολλὰ περὶ τούτων, ἀλλὰ τοῦ προκειμένου ἁψώμεθα. Τίνα λέγεις τὸν πλησίον; Ὃν ἀγαπᾷς; Πάντως κατὰ τὸν λόγον τοῦ κυρίου πᾶς ἄνθρωπος πλησίον σού ἐστι· τοῦτο γὰρ δηλοῖ τὸ εὐαγγέλιον. Εἰ ἠγάπας οὖν τὸν πλησίον, οὐκ ἂν ἀπέφυγες τῆς ἐκκλησίας πάντας ὁμοῦ καταλιπών, μιμησάμενος τὸν φαρισαῖον καὶ τὸν ἐκείνου τῦφον νοσήσας, πάντας τῷ σῷ λόγῳ κατακρίνας καὶ μόνον ἑαυτὸν δίκαιον νομίσας. Καὶ ἐκεῖνος γὰρ ἀνελθὼν εἰς τὸ ἱερὸν ταῦτα προσηύχετο· εὐχαριστῶ σοι, ὁ θεός, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοὶ καὶ ὡς οὗτος τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Τούτων οὐδὲν ἐψεύσατο, ἀλλ' εἰ καὶ τὰ ἀληθῆ ἔδοξε λέγειν, καταδικάζεται· οὐχ ὅτι ἐνήστευσεν ἢ ἀπεδεκάτωσε τὰ ὑπάρχοντα αὐτῷ, ἀλλ' ὅτι τὴν ἀνθρωπότητα πᾶσαν τῷ ἰδίῳ λόγῳ κατέκρινεν. Ὁ δὲ τελώνης ὁ ἁμαρτωλὸς τύπτων τὸ στῆθος, τὴν πηγὴν τῶν λογισμῶν, οὐκ ἀπαριθμῶν τὰ δικαιώματα τῆς κοιλίας ὡς ὁ φαρισαῖος, ἀλλ' οὐδὲ τοὺς ὀφθαλμοὺς τολμῶν ἐπᾶραι εἰς τὸν οὐρανόν, ἔλεγεν· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πρὸς ταῦτα ὁ κύριος· Ἀμὴν λέγω ὑμῖν, ὅτι κατῆλθε δεδικαιωμένος ὁ τελώνης παρ' ἐκεῖνον τὸν φαρισαῖον. Καὶ ἵνα μὴ νομίσῃ τις περὶ τῶν δύο προσώπων ταῦτα αὐτὸν εἰρηκέναι, ἐπήγαγεν εἰπών, ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Βλέπεις πῶς ἐδικαίωσε τὸν τελώνην ἡ ἐξομολόγησις τῶν ἁμαρτημάτων, καὶ πῶς κατέκρινε τὸν φαρισαῖον ἡ ἀπαρίθμησις τῶν δικαιωμάτων; Πλὴν ἀλλ' ἐάν τις ἀκριβῶς ἐξετάσῃ, καὶ τοῦ φαρισαίου ἐκείνου ἀσεβέστεροί εἰσιν οἱ εἰς τὴν νομιζομένην ἐγκράτειαν χωρήσαντες. Ἐκεῖνος μὲν γὰρ εἰ καὶ τοὺς ἀνθρώπους ἐξηυτέλιζεν, ἀλλ' ὅμως εἰς τὸ ἱερὸν ἤρχετο καὶ μετὰ παντὸς τοῦ λαοῦ τὰς λατρείας ἀπεδίδου τῷ θεῷ· τούτους δὲ εἰς τοσοῦτον ἐφυσίωσεν ὁ διάβολος, ὡς καὶ αὐτῆς τῆς ἐκκλησίας τοῦ Χριστοῦ κατεπαρθῆναι. Καὶ τί ἀπολογήσονται ἐν ἡμέρᾳ τῆς κρίσεως; Πάντως γὰρ ἐρεῖ αὐτοῖς ὁ κύριος· «Ἐγὼ μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἤσθιον καὶ συνανακείμενος αὐτοῖς ἁμαρτωλὸς οὐκ ἐγενόμην, καὶ ὑμεῖς ἅπαντα τὸν λαόν μου ὡς ἁμαρτωλοὺς ἐβδελύξασθε. Οὐδεὶς ἴσως ὑμῶν ἦν ἐν δικαιοσύνῃ· ἰσότιμον ἑαυτοῖς οὐδένα εὕρετε, πάντων ταῖς καρδίαις ἐνεβατεύσατε, πάντων τοὺς λογισμοὺς ἀνέγνωτε. Οἴδατε ὅτι ὁ θεὸς καρδίας ἐστὶ δοκιμαστής, οὐ κοιλίας ζυγοστάτης· ἔστω δὲ καὶ τὸν λαόν μου ὡς ἁμαρτωλὸν κατεδικάσατε οὔτε ἐμοὶ τὴν κρίσιν ταμιευσά μενοι, ἀλλὰ αὐτοὶ πρὸ καιροῦ πάντας κατακρίνοντες. Τῆς δὲ ἐκκλησίας μου τί κατέγνωτε; Ποίαν ἁμαρτίαν αὐτῇ ἐγκαλέσετε; Τὸ δὲ θυσιαστήριον, τί ὑμᾶς ἠδίκησε; Καὶ τοῦτο κατελείψατε «. Ἀλλὰ τί ποιήσουσιν; Εἰς αὐτὸν γὰρ τὸν κριτὴν ἔφθασεν ἡ ἀσέβεια· οὐ μόνον γὰρ κατὰ παντὸς τοῦ λαοῦ ἐπήρθησαν, ἀλλὰ καὶ κατὰ τοῦ δεσποτικοῦ κτίσματος· ἁμαρτωλὸν γὰρ κἀκεῖνο λέγουσιν. Ἕως μὲν γὰρ εἶχον ἑαυτούς, ἕως ἐφύλασσον τὸ ὑπὸ τῆς χάριτος τῆς παραμενούσης τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ δοθέν, τὰ ἅγια ἅγια ἦν καὶ αὐτοὺς δὲ ἡγίαζε διὰ τῆς μεταλήψεως. Ὅτε δὲ ἀπέσχισεν αὐτοὺς καὶ τὴν καρδίαν αὐτῶν ἐπήρωσε 1820 ς· αὐτὰ δὲ τὰ ἅγια ἀκάθαρτα 18-20 ἡ ἀγάπη αὐτῶν· τοῦτο γὰρ ἔλεγε 18-20 τὸν πλησίον σου ὡς ἑαυτόν. 18-20 ὁ λόγος· τὸν πλησίον σου οὐ 18–20 κατέκρινας· τοῦτο σού ἐστι τὸ 18-20 ἐστὶν ἡ ἐγκράτεια, κακῶς 18-20 δαιμόνων σε λέγω ἀγνωμονέστερον 12-14 ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ τοῖς ἁγίοις μυστηρίοις αὐτοῦ ὀχλουμένους τινὰς ὑπὸ πνευμάτων πονηρῶν καὶ τοὺς ὄντας τέκνα τῆς ἐκκλησίας, τοὺς ἔχοντας τοῦτο τὸ χάρισμα, τοῖς δαίμοσιν ἐπιτιμῶντας. Καὶ ἐπὰν ἴδωσι σκληρυνόμενον τὸ πνεῦμα τὸ ἀκάθαρτον πρὸς τὴν ἔξοδον, οὐδὲν ἄλλο ἀλλ' ἢ τὸ ἅγιον καὶ φοβερὸν ὄνομα τοῦ Χριστοῦ ὀνομάσαντες οὕτως τὸν πικρὸν δαίμονα ἀπελαύνουσι· δαίμονες ἐπακούοντες τοῦ ὀνόμα τος τοῦ Χριστοῦ φρίττουσι καὶ μὴ

About this text

Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.