Contra haereticos · §u03-open

Contra haereticos Unit 3 opening

Unit 3.

Lemma-led open — φέροντες τὸ φοβερὸν τοῦ μυστηρίου ὑποχωροῦσι. Καὶ αἱρετικοὶ τοῦτο διαφόρως βλασφημοῦσιν· ἀ

Greek

φέροντες τὸ φοβερὸν τοῦ μυστηρίου ὑποχωροῦσι. Καὶ αἱρετικοὶ τοῦτο διαφόρως βλασφημοῦσιν· ἀλλ' ἐπειδὴ οὐδεὶς εὑρέθη αὐτοῖς πλησίον ἐν ταῖς ἐκκλησίαις τῆς οἰκουμένης ἄχρι καὶ σήμερον, οὐχ ἱερεὺς τοῦ θεοῦ λειτουργῶν τῷ θυσιαστη ρίῳ, οὐ μονάζων ἐκκλησιαστικῶς χρημάτων ἀποταξάμενος καὶ ἐν νηστείαις καὶ ἀγρυπνίαις διάγων, οὐ παρθένος φρονίμη μετὰ τῆς παρθενίας φυλάττουσα καὶ τὸ ἔλαιον, ὅπερ ἐστὶ τὸ χρῖσμα τοῦ βαπτίσματος· ἀλλὰ νομίζουσι τοὺς συναιχμαλωτισθέντας αὐτοῖς ὑπὸ τοῦ διαβόλου πλησίον τυγχάνειν. Κατάμαθε, εἰ κἂν τοῦτο φυλάττωσιν, ἵνα ἐκ τῶν πραγμάτων πληροφορήσωμεν αὐτούς, ὅτι ὁ διάβολος συνείδησιν οὐ φυλάσσει οὐδὲ φείδεται τῶν μαθητῶν τῶν ἰδίων, ἀλλὰ πολυτρόπως καὶ πολυμερῶς αὐτοὺς καταμερίζει. Μόνον γὰρ ἵνα ἀποστήσῃ τινὰς τῆς ἐκκλησίας τοῦ Χριστοῦ, ὥσπερ λύκος πρόβατα ἀπὸ μάνδρας ἀποσπά σας μεληδὸν κατατέμνει καὶ οὐ φείδεται, οὐ γὰρ ἔχει σπλάγ χνον, οὕτως καὶ ὁ διάβολος, ὅταν χωρίσῃ τινὰς ἀπὸ τῆς ἐκκλησίας, ποικίλως καὶ ἀφειδῶς τούτους καταμερίζει, ἵνα μή ποτε ἀνανήψωσι καὶ ἀνακάμψωσιν εἰς τὴν μάνδραν τοῦ Χριστοῦ. Καὶ γὰρ ἔστιν ἰδεῖν τοὺς λεγομένους Ἐγκρατίτας μεριζομένους καὶ χωριζομένους ἀπ' ἀλλήλων 11 νοοῦντας τὸ εὐαγγελι κὸν τοὺς 6-7 ὅτι πᾶσα οἰκία ἐφ' ἑαυτὴν μερισθεῖσα οὐ στήσεται. 11 οἱ τοσαῦτα διασπώμενοι τῆς ἐκκλησίας 11 ἐγκατάλειμμα ἀγάπης ἐν ἡμῖν, ὅπου ἔλεγε· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Σιὼν δὲ αὐτὸ τὸ ὄρος ἐστίν, ἐν ᾧ ἡ πόλις ᾠκοδόμητο· εὐλογήσει γάρ σε κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλήμ. Πλὴν ἀλλ' εἰ καὶ Μωϋσῆς πολλάκις τὰ αὐτὰ ἔγραψεν ἀλλαχοῦ μὴ ἀνενεγκεῖν θυσίαν, ἀλλ' Ἱεροβοὰμ ὁ υἱὸς Ναβάτ, ὁ ἀγενής, ὁ μὴ φοβούμενος τὸν θεόν, ὁ τοῦ νόμου καὶ τῶν προφητῶν ἐπιλα θόμενος, ἀποσχίζει τὸν λαὸν ἀπὸ Ἱερουσαλὴμ καὶ ἀποστασίαν διδάξας ἐνομοθέτησεν ἐν αὐτοῖς μὴ ἀναβαίνειν εἰς Ἱερουσαλὴμ μηδὲ ἐκεῖ ἀναφέρειν τὰς λατρείας ἃς προσέταξεν ὁ νόμος, μηδὲ ἐπακούειν τῶν γραφῶν, μηδὲ ὅλως βλέπειν τὸν οἶκον τοῦ θεοῦ, λογιζόμενος τοῦτο, ὅτι ἐὰν ὁ λαὸς ἔρχηται εἰς Ἱερουσαλὴμ καὶ ἐπακούῃ τῶν ἐντολῶν τοῦ θεοῦ, προστεθήσεται τῷ οἴκῳ τοῦ θεοῦ καὶ τιμήσει τὸν ἔννομον βασιλέα καὶ αὐτὸν καταλείψει. Τί οὖν ποιεῖ διὰ τὴν φιλαρχίαν καὶ κενὴν ἀπάτην; Ἵνα δόξῃ ἄρχειν τοῦ λαοῦ, δύο δαμάλεις ἵστησι χρυσᾶς τοῖς ὄρεσι λέγων· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου· τούτοις προσκύνει, μὴ ἀνέρχου εἰς Ἱερουσαλήμ. Καὶ νομοθετήσας ταῦτα τῷ λαῷ ἀπέστησεν αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς Ἱερουσαλήμ. Βλέπεις τί ποιεῖ κενοδοξία, τί ἐργάζεται ἀλαζονεία καὶ ὑπερηφανία; Ἐπήρθη κατὰ τοῦ ἐννόμου βασιλέως, ἠναγκάσθη λοιπὸν ὑπὸ τοῦ πάθους τῆς φιλαυτίας καὶ εἰς αὐτὸν τὸν θεὸν ἀσεβῆσαι. Καὶ τί πρὸς ταῦτα; Σαμαρείτην ἑαυτὸν καὶ τὸν λαὸν ὀνομάζει· Σαμαρείτης δὲ τῇ Ἑβραίων φωνῇ ἐστι φύλαξ τοῦ νόμου. Ἆρα ἀκολούθως Σαμαρείτου ὄνομα ἑαυτῷ ἐπέθηκεν ἢ ἐψεύσατο; Εἰ ἦς φύλαξ τοῦ νόμου, ἐφύλασσες ἂν τὸν νόμον, ἀνήρχου εἰς τὸν ναὸν τοῦ θεοῦ, ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας καὶ πάσας τὰς εὐχὰς ἀνέφερες, ὡς ὁ θεὸς διὰ Μωϋσέως ἐνετείλατο, καὶ ἦς ἀληθῶς φύλαξ τοῦ νόμου. Ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ θεοῦ ἀπέστησας τὸν λαὸν αὐτοῦ, εἴδωλα ἀνέστησας, καὶ φύλακα σεαυτὸν λέγεις τοῦ νόμου. Πάντως φύλακές εἰσι τοῦ νόμου οἱ τῇ Ἱερουσαλὴμ παραμένοντες καὶ τὰς ἐντολὰς τοῦ νόμου καὶ τῶν προφητῶν φυλάσσοντες. Ἀλλ' οὐκ ἠρκέσθη μόνον τὸ ψευδὲς ὄνομα ἑαυτῷ περιθεῖναι, ἀλλὰ καὶ ἀκάθαρτον λέγει τὸν λαὸν τοῦ θεοῦ τὸν παραμένοντα τῇ [τε] Ἱερουσαλὴμ καὶ τοῦτον βδελύσσεται κατὰ κράτος ἐβδελυγμένος ὢν καὶ ἀκάθαρτος. Οὐδὲ γάρ τινος ἅπτεται ὧν ὁ λαὸς τοῦ θεοῦ, οὔτε σκεύει τινὶ κέχρηται ᾧ τὸ πρὶν ἐχρήσατο ὁ λαὸς τοῦ θεοῦ. Τί δὲ λέγω, εἰ τοὺς Ἰουδαίους ἐβδελύξατο; Ἀλλὰ καὶ

About this text

Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.