Contra haereticos · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

ἐκώλυσεν. Καὶ τοῦτο ἐπισφραγίζει ἡ καινὴ διαθήκη, ἵνα μὴ νομίσῃς ἄλλον μὲν εἶναι νομοθέτην τῆς παλαιᾶς διαθήκης, ἄλλον δὲ τῆς καινῆς. Τῶν γὰρ ἀποστόλων ἔστιν ἰδεῖν συνηγμένων ἐν Ἱεροσολύμοις, τοῦ τε ἁγίου Παύλου καὶ Βαρναβᾶ κατελθόντων εἰς Ἀντιόχειαν τῆς Συρίας καὶ ἐπιστηριζόντων τοὺς ἀδελφοὺς φυλάσσειν τὰ δόγματα καὶ τὰς παραγγελίας τῶν ἀποστόλων, τινὲς πιστοὶ παραγενόμενοι ἐκ περιτομῆς ἐδίδασκον τοὺς προσηλύτους λέγοντες ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει τοῦ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. Γενομένης δὲ στάσεως καὶ ζητή σεως οὐκ ὀλίγης πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ βαρνα βᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέ ρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Ἀνελθόντες οὖν καὶ διηγησάμενοι τήν τε ἐπιστροφὴν τῶν ἐθνῶν καὶ τὴν προκοπὴν τῶν ἐκκλησιῶν, ἀνέθεντο αὐτοῖς καὶ περὶ τοῦ ζητήματος τούτου. Οἱ δὲ ἀπόστολοι συναχθέντες ἐπὶ τὸ αὐτὸ ἀπέστειλαν αὐτοῖς οὕτως· Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Κιλικίαν καὶ Συρίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, οἷς οὐ διεστειλάμεθα, ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυ μαδόν· καὶ ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν βαρναβᾶ καὶ Παύλῳ ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας ταῦτα. Ἔδοξε γὰρ τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι βάρος ὑμῖν πλὴν τούτων τῶν ἐπάναγκες, ἀπέχεσ θαι εἰδωλοθύτου, αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦν τες ἑαυτοὺς εὖ πράσσετε. Ἔρρωσθε. Αὕτη ἡ ἐπιστολὴ τῶν ἀποστόλων ἡ γραφεῖσα ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου διὰ τοῦ εὐαγγελιστοῦ Λουκᾶ. Ἐπειδὴ γὰρ ᾔδει τὸ πνεῦμα τὸ ἅγιον ὅτι τινὲς εἰς τοσαύτην ἀπόνοιαν ἐλθόντες οὐκ ὀκνήσουσι συκο φαντῆσαι τοὺς ἀποστόλους, ὅπερ καὶ γέγονεν, ἐπὶ τὸ αὐτὸ ὄντες γράφουσι τὴν ἐπιστολὴν ταύτην μὴ διακόψαντες γάμον, μὴ κωλύσαντες κρέας ἐσθίειν ἢ πίνειν οἶνον, ἀλλά, καθὼς προγέ γραπται, ἀπέχεσθαι πάντα χριστιανὸν ἀπὸ εἰδωλοθύτων καὶ αἵμα τος καὶ πνικτοῦ καὶ πορνείας. Ἄνω ἐδιδάχθης ὑπ' αὐτοῦ τοῦ θεοῦ ὅτι φάγῃ πᾶν κρέας ὡς λάχανα χόρτου, ἐνταῦθα ἔμαθες παρὰ τῶν ἀποστόλων τίνων δεῖ ἀπέχεσθαι. ∆ιὰ τί τολμᾷς βλασφημεῖν τὰ κτίσματα τοῦ θεοῦ καὶ δι' αὐτῶν τὸν δημιουργὸν ἀτιμάζειν; Εἰ γὰρ ὁ θεὸς πάντα ἐν σοφίᾳ ἐποίησε καὶ ἐπῄνεσεν εἰπὼν καλὰ λίαν καὶ προσενεχθέντων αὐτῷ δώρων καὶ καρπωμάτων ἐδέξατο καὶ τοὺς προσκομίσαντας εὐλόγησε καὶ αὐτοῖς ἐπέτρεψεν ἐσθίειν, σὺ διὰ τί ἄνους καὶ τολμηρός; Πάντως γὰρ ὡς τοὺς μεταλαμβάνοντας κρεῶν ἀνθρώπους κατα κρίνεις, οὕτως καὶ αὐτὸν τὸν δημιουργὸν βλασφημεῖς. ∆ιὰ τί ἐποίησε ταῦτα; Τάχα δὲ καὶ αὐτὸν βδελύξῃ καὶ τῆς δικαιοσύνης ἀλλότριον κρίνεις, ὅτι καὶ αὐτὸς ἐδέξατο θυσίας· ἴσως δὲ καὶ τῷ ἁγίῳ Ἀβραὰμ ἐπισκήψεις, ὅτι τῷ θεῷ θυσίας προσήνεγκε καὶ τοὺς ἀγγέλους ὑποδεξάμενος οὐ διὰ λαχάνων τούτους ἐξένισεν, ἀλλὰ λαβὼν μόσχον ἐκ τῆς ἀγέλης ἐκέλευσε τοῦτον γενέσθαι μετὰ βουτύρου καὶ γάλακτος. Καὶ οὕτως ἐδεξιώσατο τοὺς ἀγγέλους, καὶ οὐ μόνον τοὺς ἀγγέλους, ἀλλὰ γὰρ καὶ αὐτὸν τὸν Χριστόν· ὃ καὶ θαυμάσαι ἄξιον, ὅτι καὶ πρὸ τῆς ἐνσάρκου οἰκονομίας τὰ ἑαυτοῦ κτίσματα ἡγίασε καὶ τούτων μετέσχεν, ἵνα μή τις φρονήσῃ ἄλλο μὲν φρονεῖν τὸν πατέρα, ἄλλο δὲ τὸν υἱόν, καθὼς αἱ αἱρέσεις τῶν Μανιχαίων καὶ Μαρκιωνιστῶν ἐφαντάσθησαν, καὶ ἵνα φανερὸν γένηται τὸ λεγόμενον, ὅτι ὁ υἱὸς τοῦ θεοῦ παρεγένε το πρὸς τὸν Ἀβραάμ. Τότε καθεζομένου αὐτοῦ ὑπὸ τὴν σκηνὴν ἐν μεσημβρίᾳ καὶ ἐπιτηροῦντος τοὺς διοδεύοντας, μή τις αὐτὸν διαλάθῃ ξένος, εἶδε τρεῖς ἄνδρας ἐρχομένους καὶ ὑπήντησεν αὐτοῖς καὶ οὐκ εἶπε· «Κύριοι, εἰ εὗρον χάριν ἐνώπιον ὑμῶν «, ἀλλὰ καί· Εἰ εὗρον χάριν ἐνώπιόν σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Βλέπεις πῶς ἐσκόπησεν ὁ τὰ κρέα ἐσθίων καὶ διὰ κρεῶν ξενίζων τοὺς ἐπιδημοῦντας; Εἶδες καρδίαν καθαρὰν πῶς ἔγνω τίς ὁ δεσπότης καὶ τίνες οἱ δοῦλοι; Ὄντως μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. ∆ιὰ τοῦτο καὶ μετὰ μικρὸν αὐτὸς ὁ κύριος ἀποστέλλων τοὺς ἀγγέλους εἰς Σόδομα καὶ Γόμορρα λέγει· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ποῖος φίλος οὕτως ἀποκαλύπτει μυστήρια φίλῳ, ὡς ὁ θεὸς ἀπεκάλυψε τῷ Ἀβραάμ; Καὶ νομίζω μέχρι καὶ τῆς σήμερον μὴ ὑπάρξαι τοιοῦτον

About this text

Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.