Contra haereticos · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

Ἕλληνος εἰ ἠδυνήθησαν πεῖσαι τὸν οἰκοδεσ πότην πιστεῦσαι τῷ θεῷ, εὐθὺς τὸν οἶκον ἐκκλησίαν ἐποίουν. Ὃ γέγονε καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως γενομένου τοῦ ἁγίου ἀποστόλου Παύλου ἐν τῷ οἴκῳ Ὀνησιφόρου· οὐκ ἠρώτησεν ὁ ἀπόστολος ποῖα καθαρὰ σκεύη καὶ ποῖα ἀκάθαρτα, ἀλλ' αὐτὸν τὸν οἶκον, ὡς προείπομεν, ἐκκλησίαν ἐποίησεν. Ἵνα δὲ πείσωμεν αὐτοὺς ὅτι διὰ κενοδοξίαν καὶ ἀλαζονείαν τῶν σκευῶν ἀπέχον ται, καὶ ὅτι εἰς τοσοῦτον ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, τὰς μελίσσας τὰς τὸ κηρίον ἐργαζομένας πάντως ὁρῶσι πῶς ἐπὶ πάντα φέρονται καὶ οὐ μόνον ἐπὶ βοτάνας καὶ ἄνθη, ἀλλὰ καὶ ἐπὶ τὰ νεοσφαγῆ τῶν κρεῶν καὶ ἐπὶ τὰ αἵματα. Καὶ μάλιστα ἔστιν ἰδεῖν καὶ ἐν τῷ καιρῷ τῆς τρύγης πῶς ἐπὶ τὰς σταφυλὰς ἐπικαθέζονται καὶ ἕλκουσι τὸ ἐπὶ τῶν σταφυλῶν γλεῦκος, καὶ μετὰ ταῦτα πάντα ἐπὶ τὸ οἰκεῖον ἔργον ἐπειγομένας καὶ σοφῶς τοῦτο ἐπιτελούσας κατὰ τὴν δοθεῖσαν αὐταῖς σοφίαν παρὰ τοῦ κτίσαντος. Αὐτοὺς δὲ τοὺς μελισσουργοὺς οὐ βλέπουσιν οἶνον χρηστὸν τῷ τε κηρίῳ καὶ ταῖς μελίσσαις περιχέοντας· ἀλλ' ἐπειδὴ τοῦτο γλυκύ ἐστιν, ἡδέως τοῦτο ἐσθίουσι γαστρίμαργοι ὄντες καὶ ἐξ αὐτοῦ οἶνον σκευάζοντες τὴν μέθην ἑαυτῶν παραμυθοῦνται. Εἰ διὰ τὴν καθαρότητα τῶν σκευῶν ἀπείχου, ἔδει μᾶλλον τοῦ μέλιτος ἀπέχεσθαι καὶ μὴ τοῦ πινακίου ἢ τοῦ ποτηρίου τοῦ μηδεμίαν ἡδονὴν δυναμένου σοι παρέχειν. Πάντως γὰρ καὶ τῆς γραφῆς ἐπήκουσας, ὅτι τὸ μέλι ἀκάθαρτον γίνεται· καὶ εἰς θυσιαστήριον, φησὶν ὁ νόμος, οὐκ ἀνενεχθήσεται. Τὸ δὲ ἔλαιον ποίῳ λόγῳ ἐσθίεις; Οὐχ ὁρᾷς ἢ οὐκ ἤκουσας ὅτι εἰς νεοδόρους ἀσκοὺς τοῦτο ἐμβάλλουσιν οἱ ταύτην τὴν πραγματείαν ἐμπορευόμενοι καὶ οὕτως διὰ πολλῶν ἡμερῶν κενώσαντες τοὺς ἀσκοὺς καὶ ἐκθλίψαντες τούτους τὸ ἔλαιον πιπράσκουσιν; Αὐτοὺς δὲ τοὺς τρίβοντας τὴν ἐλαίαν οὐκ ἀκούεις ὑπαλείφοντας τὸν λεγόμενον ἄξονα στέατι χοίρου καὶ οὕτως τὸ ἔλαιον ἐκβάλλοντας, ὡς καὶ αὐτὸ τὸ στέαρ ἐκθλιβόμενον ὑπὸ τῶν ὀργάνων τῶν τὴν ἐλαίαν θλιβόντων καταστάζειν ἐπὶ τὸ ἔλαιον; Ἀλλ' ὅμως σὺ ὁ καθαρός, ὁ τὰ ὄστρακα καὶ τὰ λοιπὰ σκεύη βδελυσσόμενος, ταύτην ἡδέως ἐσθίεις μὴ διακρινόμενος, καὶ ὅπου μὲν ἡδονὴ οὐ πρόσεστι, τουτέστι τῷ πινακίῳ ἢ τῷ ποτηρίῳ, ταῦτα βδελύσσῃ, ὅπου δὲ γλυκύτης καὶ πιότης, ταῦτα ἡδέως ἐσθίεις. Καὶ ἔστω τὰ σκεύη παραφυλάσσῃ ἅπας τὴν Σαμάρειαν ζηλώσας, τῶν μέντοι κρεῶν καὶ τῶν λοιπῶν πραγμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ποίῳ λόγῳ ἀπέχῃ καὶ ταῦτα βδελύσσῃ καὶ βλασφημεῖς τὸν δημιουργόν; Τοῦτο γὰρ οὐκ ἔστι Σαμαρειτικὸν δόγμα μόνον, ἀλλὰ καὶ τῆς βδελυρᾶς καὶ ἀκαθάρτου αἱρέσεως τῶν Μανιχαίων· ἐκείνων γὰρ ἡ διδασκαλία ἐμψύχων ἀπέχεσθαι. Σὺ δὲ παρὰ ποίας γραφῆς ἔμαθες; Τίς σε τοῦτο ἐδίδαξεν; Οὐκ ἤκουσας τῆς γρα φῆς λεγούσης· Ὁ μὲν πρῶτος ἄνθρωπος Ἀδὰμ ἐγέννησε δύο υἱούς, τόν τε Κάϊν καὶ τὸν Ἄβελ· ὁ δὲ Ἄβελ ἐποίμαινε τὰ πρόβατα· ἐγένετο δὲ ἐπὶ τὴν καρδίαν αὐτῶν ἀνελθεῖν προσενέγκαι δῶρα τῷ θεῷ, καὶ ὁ μὲν Κάϊν σπέρματα προσενέγκας οὐ προσεδέχθη διὰ τὴν κακίαν τοῦ τρόπου, ὁ δὲ Ἄβελ λαβὼν ἐκ τῶν πρωτοτόκων προβάτων καὶ τῶν στεάτων προσεκόμισε τῷ θεῷ· καὶ ἐπεῖδε, φησίν, ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ὅρα πῶς τὰ πρωτότοκα καὶ τὰ στέατα δῶρα ὁ θεὸς ὠνόμασεν διὰ τὸ γνησίως αὐτὰ προσδέξα σθαι, τὰ δὲ σπέρματα τοῦ Κάϊν διὰ τὸ μὴ εἶναι αὐτὰ ἐκ τῶν ἀπαρ χῶν θυσίας ὠνόμασεν, ἵνα σε πείσῃ, τὸν ἄπιστον αἱρετικόν, ὅτι καὶ τὰ σπέρματα ἔχει τινὰ ζωτικὴν δύναμιν, ὅπερ ἐν ἑτέρῳ σαφέστερον ἐδείξαμεν σοι, ὅτι ὁ θεὸς τὰ κρέα προσδεξάμενος τῶν σπερμάτων ὑπερεῖδε. Πάντως δὲ καὶ τὸν Νῶε ἀποδοκιμάσεις ἢ καὶ ἀφορίσεις τῆς σῆς ἐγκρατείας καὶ τῆς σῆς ἀποτάξεως, ὅτι μετὰ τὸ διασῶσαι ἑκάστου γένους σπέρμα διὰ τῆς οἰκείας δικαιοσύνης ἀπὸ τοῦ κατακλυσμοῦ, ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ οὐδὲν ἄλλο ἔργον ἐποίησεν ἢ πρῶτον ᾠκοδόμησε θυσιαστήριον τῷ θεῷ· καὶ ὠσφράν θη κύριος ὀσμὴν εὐωδίας καὶ ἐπηγγείλατο τῷ δικαίῳ μηκέτι κατα κλυσμὸν ποιῆσαι ἐπὶ τῆς γῆς. Εἶδες θυσίαν δεκτήν, εἶδες πῶς ἐνέτρεψε τῷ θεῷ ὡς μηκέτι αὐτόν, ἕως οὗ ἔστηκεν ὁ αἰὼν οὗτος, ὀργὴν τοιαύτην ἐπενεγκεῖν τῷ κόσμῳ· καὶ ὁ θεὸς πρὸς αὐτόν· ∆έδωκα ὑμῖν πάντα ὡς λάχανα χόρτου, πλὴν κρέα ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα ἐκζητήσω ἐκ πάντων τῶν θηρίων καὶ ἐκ χειρὸς ἀνθρώπου καὶ ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. Κρέας ἐπέτρεψεν, αἷμα πνικτὸν

About this text

Amphilochius of Iconium, Contra haereticos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s Contra haereticos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.