In illud Pater · §u02-open

In illud Pater Unit 2 opening

Unit 2.

Lemma-led open — ἡττηθῆναι αὐτόν, δόξαν αὐτῷ μᾶλλον ἢ ὕβριν ἔφερεν. Ὅθεν νῦν αὐτὸν διὰ δειλῆς καὶ ταπεινῆς

Greek

ἡττηθῆναι αὐτόν, δόξαν αὐτῷ μᾶλλον ἢ ὕβριν ἔφερεν. Ὅθεν νῦν αὐτὸν διὰ δειλῆς καὶ ταπεινῆς καὶ ἀσθενοῦς σαρκὸς νικῶ, οὐ πειράζων ἀλλὰ πειραζόμενος, οὐ βάλλων ἀλλὰ βαλλόμε νος, οὐκ ἀποκτέννων ἀλλ' ἀποθνῄσκων, οὐ σταυρῶν ἀλλὰ σταυ ρούμενος, οὐ τύπτων ἀλλὰ τυπτόμενος, ἵνα μὴ ἐμοὶ τὰ τῆς νίκης ἐπιγραφῇ, ἀλλ' ἵνα διὰ τῆς τοῦ ἀνθρώπου μορφῆς τῷ γένει τῶν ἀνθρώπων τὰ βραβεῖα ἀπονεμηθῇ. ∆ιὰ τοῦτο οὖν δοκῶ δειλιᾶν, ἵνα ὁ μὲν διάβολος ὡς ἰχθὺς ἐπὶ τὸ δέλεαρ πέσῃ, ὁ δὲ θάνατος ὥσπερ στρουθίον τῇ κόλλῃ προσ παγῇ. Ἐπειδὴ γὰρ ἠπάτησεν κακῶς, διὰ τοῦτο ἀπατᾶται καλῶς. Ἐπειδὴ διὰ σωματικὴν ἡδονὴν ἐγοήτευσεν τὸ γένος τῶν ἀνθρώπων, διὰ τοῦτο διὰ σώματος ἀπελαύνεται τοῦ γένους. Ὅπερ ἐποίησεν πάσχει· ὃ εἰς τοὺς πολλοὺς ἔπραξεν, τοῦτο παρ' ἑνὸς ὑπομένει. Ἀλλ' ὃ μὲν ἐποίησεν ἐκεῖνος, τοῖς πεπονθό σιν ὀλέθριον ἦν, ὃ δὲ ἐγὼ εἰς αὐτὸν ποιῶ, τῇ οἰκουμένῃ ἔσται σωτήριον. Ἀπατῶ γὰρ διὰ τοῦ σώματος τὸν πλάνον, ἵνα ἐλεγχ θεὶς μηκέτι δύνηται πλανᾶν οὓς ἐπλάνα αὐτὸς τῷ σώματι· προσ φέρει τὸν θάνατον, ἐγὼ δι' αὐτοῦ παρέχω τὴν ἀνάστασιν. Ἄκων εὐεργετεῖ τὸ γένος. ∆ι' ὧν γὰρ τὸν θάνατον προσάγει, τῆς ἀνα στάσεως πρόφασιν προσάγει. Ὁ πάντων ἐπίβουλος εὐεργέτης τῆς οἰκουμένης γέγονεν ἄφνω· εὐεργέτησεν δὲ τὴν οἰκουμένην πλανηθείς, πλάνην τῷ κόσμῳ συμφέρουσαν καὶ τρόπαιον κατὰ τῆς ἑαυτοῦ τυραννίδος ἐπινοήσας. Ὥσπερ ὁ λίθον ἀκοντίζων κατὰ πέτρας τὴν μὲν πέτραν οὐ διαρρήξει, τὸν δὲ λίθον συντρίψει, οὕτως καὶ ὁ διάβολος κατὰ τοῦ σώματος τοῦ ἐμοῦ ὥσπερ λίθον τὸν θάνατον ῥίψας τὸ μὲν ἐμὸν σῶμα οὐ διέφθειρεν–Οὐ δώσεις γὰρ τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν–τὰ 5 δὲ ἑαυτοῦ κέντρα συνέθλα σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος. Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα πεινὰ ῥήματα τῇ θεότητι ἐπιριπτέτω. Ποιμήν εἰμι κατὰ τὸν τῆς θεότητος λόγον· Ὁ ποιμαίνων, γάρ φησιν, τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ, πρόβατον δὲ κατὰ

About this text

Amphilochius of Iconium, In illud Pater (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In illud Pater — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.