In illud Pater · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

τὴν τῆς σαρκὸς οἰκονομίαν· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθην καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος αὐτὸν ἄφωνος. Ἐπεὶ οὖν ἐφεδρεύει μοι ὁ διάβολος, ἁρπάσαι μου τὴν σάρκα ὡς πρόβατον θέλων, δεδιὼς δὲ ὡς ποιμένα τὴν θεότητα ὑπαναχωρεῖ καὶ φεύγει, διὰ τοῦτο κρύπτω μου ὡς ποιμένα τὴν θεότητα, προΐεμαι δὲ τὴν σάρκα ὡς πρόβατον, ἵνα θαρρήσας προσέλθῃ, προσελθὼν δὲ ἁρπάσῃ, ἁρπάσας δέ μου τὴν σάρκα ὡς πρόβατον ἀναιρεθῇ τῇ διστόμῳ μαχαίρᾳ τοῦ πνεύματος. Παῦσαι οὖν, αἱρετικέ, δειλίαν μου καὶ ἄγνοιαν καταψηφιζό μενος. ∆ειλιῶ γάρ, ἵνα δείξω ἀφαντασίαστον τῆς σαρκὸς τὴν ἀνάληψιν. Λέγω· Ἡ ψυχή μου τετάρακται, ἵνα μάθητε ὅτι οὐκ ἄψυχον ἀνείληφα σῶμα, ὡς ἡ Ἀπολλιναρίου βούλεται πλάνη. Μὴ τὰ πάθη οὖν τῆς σαρκὸς τῷ ἀπαθεῖ προσρίψῃς λόγῳ· θεὸς γάρ εἰμι καὶ ἄνθρωπος, αἱρετικέ. Θεὸς ὡς ἐγγυᾶται τὰ θαύματα, ἄνθρωπος ὡς μαρτυρεῖ τὰ παθήματα. Ἐπεὶ οὖν θεός εἰμι καὶ ἄνθρωπος, εἰπὲ τίς ἐστιν ὁ παθών; Εἰ ὁ θεὸς ἔπαθεν, εἶπες τὸ βλάσφημον· εἰ δὲ ἡ σὰρξ ἔπαθεν, τί τὸ πάθος προσάπτεις ᾧ τὴν δειλίαν οὐκ ἐπιρίπτεις; ἄλλου γὰρ πάσχοντος ἄλλος οὐ δειλιᾷ καὶ ἀνθρώπου σταυρουμένου θεὸς οὐ ταράττεται. Καὶ ὅτι ἡ σὰρξ ἔπαθεν, ἀπαθοῦς μείναντος τοῦ λόγου, μάρτυς Ἠσαΐας, ὃς ἐν πνεύματί με αἱμαγμένον θεασάμενος ἠρώτα· Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; Τὰ ἱμάτιά σου, φησίν, ἐρυθρά, καὶ οὐχὶ σύ. Τὸ μὲν γὰρ σῶμα τιτρώσκεται, ὁ δὲ τῆς θεότητος οὐ παραβλάπτεται λόγος. Μάρτυς δὲ καὶ Ἰακὼβ ὁ πατριάρχης ὁ περὶ ἐμοῦ λέγων· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Ποίαν στολήν; τὸ σῶμα. Ποίῳ αἵματι; τῷ ἐκ τῆς πλευρᾶς ῥεύσαντι. Εἰ δὲ μὴ

About this text

Amphilochius of Iconium, In illud Pater (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In illud Pater — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.