Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
ἀδελφότητα καὶ ὡς υἱοὺς ἀξίους εἶναι τοῦ δωρουμένου ἡμῖν τὴν υἱότητα καὶ δεξαμένου ἡμᾶς εἰς υἱοθεσίαν. Ἑκόντες οὖν καὶ ἐξ ἀγάπης δουλεύσωμεν αὐτῷ ἕτοιμοι ὄντες πρὸς πᾶσαν δικαιοσύνης κατόρθωσιν, ἁγνείᾳ κοσμούμενοι, ἀκτημοσύνην διώκοντες, λόγοις θεοῦ προσκαρτεροῦντες, εὐχαῖς ἁγίαις καὶ ὕμνοις θεοῦ ἱεροῖς ἀνακείμενοι, μετασχηματίζοντες ἑαυτοὺς ἀπὸ τοῦ αἰῶνος τούτου, ἐπιλανθανόμενοι τῶν γηΐνων καὶ θνητῶν ἐπιθυμιῶν, νικῶντες τῷ ἀγαθῷ τὸ κακόν, μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, μὴ λογιζόμενοι ἑαυτοῖς διατρίβειν ἐν τῇ γῇ, ἀλλ' ἐν οὐρανῷ πολιτεύεσθαι, μετ' ἀγγέλων ἀναστρέφεσθαι, τῷ θρόνῳ τῆς οὐρανίου βασιλείας παραστῆναι. Ταῦτα τῶν ἱερῶν ἀποστόλων τὰ διδάγματα, ἐν τούτοις Χριστὸς ἡμῖν τὴν μακαρίαν καὶ αἰώνιον διαθήκην διέθετο. Θαυμασάτω τὴν ἀρετὴν ὑμῶν ὁ κόσμος, αἰσχυνθήτωσαν Ἰουδαῖοι τὸν νέον καὶ ἐκλεκτὸν λαὸν θεωροῦντες, ὅσῳ κάλλει κεκόσμηται πνευματικῷ, ὅσῃ λαμπρότητι καταυγάζει τὸν κόσμον. ∆ιὰ τοῦτο γὰρ ἡμᾶς μεμιγμένους ἐν τοῖς ἔθνεσιν ἀφῆκεν, ἵνα φαινώμεθα ὡς φωστῆρες ἐν κόσμῳ, ἵνα σπέρμα σωτηρίας ὦμεν εἰς ἐπιστροφὴν θεωρούμενοι πᾶσιν τοῖς συνοῦσι καὶ συντυγχάνουσιν. Ὁρᾶτε μή τις δι' ὑμᾶς τῶν ἐθνικῶν βλασφημήσει θεόν· εὐφημείσθω δὲ ἐν ἡμῖν ὁ καλέσας καὶ ἁγιάσας καὶ σώσας. Ὁ βίαιος καὶ θρασὺς θαυμασάτω τὴν ἐπιείκειαν ἡμῶν καὶ μετριότητα· ὁ λοιδορῶν ἀντευφημούμενος ἐντρεπέσθω· ὁ περὶ χρημάτων φιλονεικῶν καὶ δικάζεσθαι βουλόμενος ἀταράχους ἡμᾶς εὑρισκέτω περὶ χρήματα μὴ νομίζοντας ἑαυτοὺς ἔχειν κτῆσιν ἐπίγειον, ἀλλὰ κρατοῦντας τὴν ἐπουράνιον· ὁ διὰ παρακλήσεως φιλικῆς προσιέμενος ἡμᾶς εἰς ἡδονὰς κοσμικὰς εὑρισκέτω σεμνούς, ἀμετακινήτους, σωφροσύνην ποθοῦντας, οὐχ ἡδονῇ δελεαζομένους, ἵνα εἴδωσιν πόσον ἰσχύει πνεύματος ἁγίου συνοίκησις φύσιν σαρκὸς ἐκνεκρώσαντος. Ὁ πρόχειρος εἰς ἐπιορκίαν εὑρισκέτω μηδὲ ὀμνύειν ἀνεχομένους ἡμᾶς, ἀλλὰ δεδοικότας τὸ τοῦ θεοῦ προσφέρειν ὄνομα περὶ ταπεινῶν καὶ γηΐνων πραγμάτων. Οὕτω γὰρ ἐσόμεθα πάντες διδάσκαλοι τῶν ἐντυγχανόντων ἡμῖν ἐν οἱῳδήποτε πράγματι. Οὕτω δὲ πολιτευόμενοι ἀληθῶς γενησόμεθα ζύμη ἁγία καὶ δι' ἡμῶν ζυμωθήσεται ὁ κόσμος εἰς σωτηρίαν καὶ πόλυς ἐξ ἡμῶν καρπὸς εὑρεθήσεται τῷ κυρίῳ πεφυλαγμένος καὶ δοξασθήσεται ὁ θεὸς ἐν ἡμῖν κατὰ τὸν λέγοντα κύριον· Ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ, ἵνα ὑμεῖς καρπὸν πολὺν φέρητε καὶ γένησθέ μοι μαθηταί. ∆οξασθεὶς δὲ ὑφ' ἡμῶν ὁ κύριος δοξάσει ἡμᾶς τῇ αἰωνίῳ δόξῃ, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 3
About this text
Amphilochius of Iconium, In natalitia domini (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In natalitia domini — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.