Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
ἐπέλαμψεν καὶ ὁ τῶν οὐρανίων καὶ ἐπιγείων δεσπότης ἐκ παρθενικῶν λαγόνων ὑπὲρ κόσμου λυτρώσεως εἰς κόσμον φθαρτὸν ἐλήλυθεν. Ἐγεννήθη γὰρ ἡμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος, ὅστις φῶς ὑπάρχει ἐθνῶν καὶ σωτηρία οἴκου Ἰσραήλ. Ὢ τοῦ θαύματος! Ἐπὶ φάτνης ὡς παιδίον ηὐλίζετο ὁ ὑπὸ τῶν οὐρανῶν μὴ περιγραφόμενος, καὶ γυναικείαις ἀγκάλαις ἐθάλπετο ὁ λόγῳ βραχεῖ τὰ πάντα συστησάμενος, καὶ ἐγαλουχεῖ το ὑπὸ τῶν ἀμιάντων τῆς ἁγίας παρθένου μασθῶν ὁ πάσαις ταῖς ὑπερκοσμίαις δυνάμεσιν τὸ εἶναι κεχαρισμένος. Ἐγένετο γάρ, φησίν, καθὼς μαρτυρεῖ τὸ εὐαγγέλιον, ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Τίς ἡ καινὴ καὶ παράδοξος αὕτη μυσταγωγία; Τίς ἡ παντοδύναμος καὶ φθαρτοποιὸς τῆς θείας προνοίας εὐμένεια; Τί τὸ δεινὸν καὶ πάνσοφον κατὰ τοῦ διαβόλου στρατήγημα; Ἠλευθέρωται κόσμος διὰ παρθένου, ὁ διὰ ταύτης τὸ πρὶν ὑπὸ τὴν ἁμαρτίαν πεσών. ∆ιὰ παρθενικοῦ τοκετοῦ τεταρτάρωται δαι μόνων ἀοράτων τὰ τοσαῦτα καὶ τηλικαῦτα συστήματα. Σύμμορ φος τοῖς δούλοις ὁ δεσπότης γέγονεν, ἵνα οἱ δοῦλοι γένωνται σύμμορφοι πάλιν θεοῦ. Ὦ Βεθλεέμ, πόλις ἡγιασμένη καὶ τοῖς ἀνθρώποις συγκεκληρωμένη! Ὦ φάτνη, ὦ φάτνη συμμέτοχε τῶν χερουβὶμ καὶ ὁμότιμε τῶν σεραφίμ! Ὁ γὰρ αἰωνίως ὑπ' ἐκείνων τῶν θρόνων ἐποχούμενος θεϊκῶς, νῦν ἐν σοὶ σωματικῶς πάλιν αὐλίζεται. Ὦ Μαρία, ὦ Μαρία, ἡ τὸν τῶν ἁπάντων 2 δημιουργὸν πρωτότοκον κεκτημένη! Ὦ ἀνθρωπότης, ἡ τὸν ἀΐδιον τοῦ θεοῦ λόγον σωματικῶς οὐσιώσασα καὶ τῶν ἐπουρανίων καὶ νοερῶν δυναμέων ἐν τούτῳ τῷ μέρει προτετιμημένη! Οὐ γὰρ ἠξίωσεν Χριστὸς μορφωθῆναι πρὸς τὰς τῶν ἀρχαγγέλων μορφάς, οὔτε μὴν πρὸς τὰς τῶν ἀρχῶν καὶ δυνάμεων καὶ ἐξουσιῶν ἀτρέπτους εἰκόνας, ἀλλὰ πρὸς σὲ τὴν κατενεχθεῖσαν εἰς τροπὴν καὶ τοῖς ἀλόγοις ζῴοις παρασυμβεβλημένην. Οἱ μὲν γὰρ ὑγιαίνοντες οὐ χρείαν ἔχουσιν ἰατροῦ, ἡ δὲ νόσῳ συχνῇ κατασχεθεῖσα τηλικούτου καὶ τοιούτου τετύχηκεν ἰατροῦ, ὡς μείζονος τῆς ὑγείας εὐτυχής ἐστιν σωτηρίας τοῦ νοσήματος δραπετεύσαντος. Ἀλλὰ ποῦ νῦν ὁ δυσμενὴς καὶ ἀβρόντητος, ὁ ἀλάστωρ καὶ παμμίαρος δράκων, ὁ μετεωρίζειν εἰς ὕψος τὸν ἑαυτοῦ θρόνον ἐπαγγειλάμενος; ∆ιό, ἀδελφοὶ μακαρίας κλήσεως ἐπουρανίου μέτοχοι, πρὸς υἱοθεσίαν θεοῦ καὶ ἀδελφότητα κεκλημένοι, εὐχαριστεῖν ὀφείλομεν τῷ καλέσαντι ἡμᾶς καὶ παρέχειν ἑαυτοὺς ἀξίους εἶναι τοῦ παρέχοντος ἡμῖν τὴν
About this text
Amphilochius of Iconium, In natalitia domini (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In natalitia domini — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.