In natalitia domini · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

δὲ μάλιστα τοῦτο πιστούμεθα; Ἐκ τῆς ἑτέρας τοῦ προφήτου φωνῆς λεγούσης· Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὀπτασίας μὲν γὰρ ἐκεῖνα καὶ οὐ συναναστροφῆς ὑπῆρχε τεκμήρια, ταῦτα συναναστροφῆς καὶ οὐκ ὀπτασίας τυγχάνει κηρύγματα. Πῶς οὖν φησιν· Αὐτὸς ὁ κύριος ἥξει καὶ σώσει ἡμᾶς; 1 Λέγῃς ἂν ἡμῖν, ὦ μακάριε, πῶς ὁ ἀσχημάτιστος σχηματίζεται, ὁ ἀκίνητος ἀπὸ τῶν οὐρανίων θρόνων ἐπὶ τῆς γῆς πάλιν ἀντιμεθίσταται; Εἴπῃ δ' ἂν πρὸς αὐτοὺς ἀπαντῶν ὁ θεῖος οὗτος ἀνήρ, ὅτι δι' ἑτέρων λογίων τὸν τρόπον ἠκούσατε τῆς παρουσίας, τί περισσῶς πολυπραγμονεῖτε ἐνταῦθα τὸ λόγιον. Ἢ λέληθεν ὑμᾶς τὸ εἰρημένον ὅτι Ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον Μεθ' ἡμῶν ὁ θεός; Ἢ οὐκ ἀκηκόατε τὸ γεγραμμένον ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος; Ἐκ τούτων τῶν λόγων τὸν τρόπον τῆς παρουσίας ἐπέγνωτε. Παρθένος γὰρ ἄφθαρτος ἀποκυήσει σωματικῶς τὸν λύχνον τὸν ἄφθαρτον, μέχρι γὰρ σαρκὸς δεῖ συγκαταβῆναι πρὸς ἡμᾶς τὸν πανσεβάσμιον τοῦ θεοῦ λόγον, ἵνα δὴ τοὺς ἀσωμάτῳ θεότητι παρ' αὐτοῦ δεδημιουργημέ νους ἀνακαινίσῃ διὰ σαρκώσεως, παλαιωθέντας διὰ τὴν ἁμαρτίαν καὶ ἀφθάρτους κατασκευάσῃ διὰ τῆς ὁμοιότητος τῆς πρὸς τὴν φθοράν. Ταῦτα τοῦ προφήτου πρὸς αὐτοὺς εἰρηκότος ἐροῦμεν καὶ ἡμεῖς. Ὦ παιδίον οὐρανοῦ παλαιότερον! Ὦ τρισόλβιος υἱός, ὅστις ἐπ' ὤμων ἥκει τὴν ἑαυτοῦ βαστάζων ἀρχὴν καὶ οὐ παρ' ἑτέ ρου ζητῶν αὐτὴν κομίσασθαι! Ἔμφυτον γὰρ τῷ λόγῳ τῶν πάντων ἄρχειν ὡς υἱῷ καὶ οὐκ ἐπείσακτον ὡς ποιήματι· Ἡ ἀρχὴ γάρ, φησίν, ἐπὶ τοῦ ὤμου αὐτοῦ. Ὦ μεγαλώνυμον γέννημα! Μεγάλης γὰρ βουλῆς, φησίν, ἄγγελος καὶ θεὸς ἰσχυρὸς ὀνομάζεται. Ὦ παντοδύναμος ἐξουσία! Θαυμαστὸς γὰρ σύμβουλος καὶ ἄρχων εἰρήνης ἐστίν. Πῶς τοίνυν δοξάσωμεν τὴν σήμερον ἑορτήν; Πῶς μακαρίσωμεν τὴν ἐπὶ τοῦ παρόντος μυστικωτάτην πανήγυριν; Τίς γὰρ ἐξιχνιάσει τὸν ταύτης τῆς ἡμέρας πλοῦτον ἀθάνατον; Ποίοις μεγαλήχοις καὶ ὑψηλοτάτοις ῥήμασιν ἀνακηρύξωμεν τὸ πανύμνητον τοῦτο καὶ τροπαιοῦχον τῆς ἀφθαρσίας μυστήριον; Ὦ ἡμέρα μυρίων ὕμνων ἀξία, ἐν ᾗ ἀνέτειλεν ἡμῖν τὸ ἄστρον τὸ ἐξ Ἰακὼβ καὶ ὁ ἄνθρωπος ὁ οὐράνιος, ὃς ὤφθη ἐξ Ἰσραήλ, καὶ ἐπεδήμησεν ἡμῖν ὁ ἰσχυρὸς θεὸς καὶ ὁ τῆς δικαιοσύνης ἐπεσκίασεν ἥλιος καὶ ὁ τῶν θείων ἀρετῶν ἠνέῳκται θησαυρὸς καὶ τὸ τῆς αἰωνίου ζωῆς φυτὸν ἀνθρώποις ἐβλάστησεν καὶ ἡ ἀνατολὴ ἐκ τοῦ ὕψους

About this text

Amphilochius of Iconium, In natalitia domini (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In natalitia domini — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.