In diem sabbati sancti Unit 1 opening
Unit 1.
Lemma-led open — Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος τῷ ἁγίῳ σαββάτῳ. Ἐπιτάφιον ἑορτὴν τοῦ σωτῆρος ἡμῶν ἑορτ
Greek
In diem sabbati sancti Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου λόγος τῷ ἁγίῳ σαββάτῳ. Ἐπιτάφιον ἑορτὴν τοῦ σωτῆρος ἡμῶν ἑορτάζομεν σήμερον. Καὶ ὁ μὲν παρὰ τοῖς νεκροῖς κάτω τοῦ θανάτου τὰ δεσμὰ διαλύων καὶ φωτὸς τὸν ᾅδην πληρῶν καὶ ἀφυπνίζων τοὺς κεκοιμημένους, ἡμεῖς δὲ χορεύομεν ὑπὲρ γῆν τὴν ἀνάστασιν φανταζόμενοι καὶ οὐ δεδοίκαμεν τὴν φθοράν, μὴ κατισχύσῃ τῆς ἀφθαρσίας. Οὐ δώσεις γάρ, φησίν, τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ ἴσως ἡμῶν τὴν φιλοσοφίαν γελῶσι Ἰουδαῖοι καὶ Ἕλληνες· οἱ μὲν ἕτερον Χριστὸν προσδεχόμενοι, οἱ δὲ τάφοις ἐναποκλείσαντες αὐτῶν τὰς ἐλπίδας, περὶ ὧν εἰκότως ὁ προφήτης φησίν· Οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἀλλ' οἱ μὲν γελῶντες στενάζουσι–στενάξουσι γὰρ ὕστερον ὁρῶντες εἰς ὃν ἐξεκέντησαν καὶ ἐξύβρισαν–, ἡμεῖς δὲ δακρύοντες ἡδονῇ τὸ πάθος κεράσωμεν. Ἥρπασεν ὁ θάνατος τὸν δεσπότην Χριστόν, ἀλλ' οὐ καθέξει παρ' ἑαυτῷ τὴν ζωήν. Κατέπιεν ἀγνοήσας, ἀλλ' ἐξεμέσει πολλοὺς σὺν αὐτῷ. Ἑκὼν κατέχεται νῦν, μετὰ ταύτην τὴν ἡμέραν σκυλεύσας τὸν ᾅδην ἀνίσταται. Χθὲς ἠμαύρωσε τὸν ἥλιον σταυρωθεὶς καὶ μεσούσης ἡμέρας ἐπεισῆλθεν νύξ, σήμερον ὁ θάνατος παραλύεται ξένον νεκρὸν εἰσδεξάμενος. Χθὲς ἐπένθησεν ἡ κτίσις τὴν τῶν Ἰουδαίων μανίαν ὁρῶσα καὶ στολὴν πενθικὴν τὸ σκότος ἐνεδύσατο, σήμερον ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα. Χθὲς ἐδονήθη ἡ γῆ καὶ περὶ φυγῆς ἐβουλεύετο καὶ διαστῆναι τοῖς ἐνοικοῦσιν ἠπείλει καὶ τὰ μὲν ὄρη ἐκόπτετο, ἐσχίζοντο δὲ αἱ πέτραι· γυμνὸς δὲ ἦν ὁ ναὸς καθάπερ ἔμπνους τὸ ἱμάτιον διαρρήξας, δι' ὧν ἔπαθε
About this text
Amphilochius of Iconium, In diem sabbati sancti (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In diem sabbati sancti — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.