In diem sabbati sancti · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

δεικνὺς ὡς ἐβεβηλώθη τὰ ἅγια. Τὰ ἄψυχα τοῦ τολμήματος αἴσθετο, οἱ δὲ ταῦτα τολμῶντες ἀναισθήτους εἶχον ψυχάς. Ἠγανάκτει τὰ στοιχεῖα καὶ μικροῦ τὴν τάξιν ἀπέλιπε καὶ σύγχυσιν εἰργάσατο τοῦ παντός, εἰ μὴ τοῦ δημιουργοῦ τῆς βουλήσεως ᾔσθετο, ὅτι μὴ ἄκων ὑβρίζετο. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Ξύλῳ τανύεται ὁ λόγῳ τείνας τὸν οὐρανόν, καὶ δεσμοῖς περιβάλλεται ὁ δήσας ψάμμῳ τὴν θάλασσαν, καὶ ποτίζεται χολὴν ὁ τὰς πηγὰς τοῦ μέλιτος χαρισάμενος, καὶ στεφανοῦται ἀκάνθαις ὁ τὴν γῆν στεφανώσας τοῖς ἄνθεσι, καὶ τύπτεται μὲν καλάμῳ τὴν κεφαλὴν ὁ πατάξας τὴν Αἴγυπτον ταῖς δέκα πληγαῖς καὶ τὴν κεφαλὴν τοῦ Φαραὼ καλύψας τοῖς ὕδασιν, ἐμπτύεται δὲ τὸ πρόσωπον ὃν ἰδεῖν οὐ φέρει τὰ χερουβίμ. Ταῦτα δὲ πάσχων ὑπὲρ τῶν σταυρούντων προσηύχετο λέγων· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἀγαθότητι τὴν κακίαν νικᾷ, ἀπολογεῖται ὑπὲρ τῶν χριστοκτόνων εἰς σωτηρίαν αὐτοὺς σαγηνεύων, λύει τὸ ἔγκλημα τὴν ἄγνοιαν αἰτιώμενος, οὐ χαλεπαίνει τῆς ἐκείνων παροινίας γινόμενος παίγνιον, δέχεται τὴν μέθην καὶ φιλανθρωπίᾳ καλεῖ πρὸς μετάνοιαν. Τί δεῖ λέγειν τὰ πλείω; Οὐδὲν τῆς ἀγαθότητος ἀπωνάμενοι ἐγκλείουσι τάφῳ ὃν οὐδὲν τῶν ὄντων χωρεῖ καὶ σήμαντρα ἐπιτιθέασι ἡμῖν τὴν σωτηρίαν φυλάττοντες καὶ δεδιότες τὴν ἀνάστασιν στρατιώτας φύλακας ἐφιστῶσι τῷ μνήματι. Τίς εἶδε νεκρὸν φυλαττόμενον; Μᾶλλον δὲ τίς εἶδε

About this text

Amphilochius of Iconium, In diem sabbati sancti (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In diem sabbati sancti — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.