In diem sabbati sancti · §u01-rem-close

Unit 1 rem close

Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἕτερα ἀνθ' ἑτέρων εἰπεῖν, μὴ παρακοιμίσῃς τὸν ὄχλον τῷ μνήματι, μὴ θαρρήσῃς τοῖς ὅπλοις. Ὅπλοις ἀνάστασις οὐ κωλύεται, οὐκ ἐμποδίζεται ταῖς σφραγίσιν, οὐκ εἴργεται στρατιώταις, οὐ κλέπτεται χρήμασιν. Ἀλλ' ἀπιστεῖς; Μὴ οὐκ εἶδες τὸν Λάζαρον πάλαι καθάπερ ὕπνον τὸν θάνατον ἀποσεισάμενον; Εἶδες πῶς ἠκολούθησε τῷ προστάγματι ὁ νεκρὸς καὶ ὁ δεσμὸς οὐκ ἐκώλυσε; Εἶδες πῶς σὺν αὐταῖς κηρίαις ἐβάδιζε τὸ ∆εῦρο ἔξω ἀκούσας; Εἶδες πῶς ἥρμοσεν ἡ φωνὴ τὸν διαλυθέντα θανάτῳ; Ὁ ἐκεῖνα δυνηθεὶς καὶ ταῦτα δυνήσεται, ὁ τὸν δοῦλον ἀναστήσας αὐτὸς πολλῷ πλέον ἐγείρεται, ὁ ζωογονήσας τὸν σεσηπότα οὐκ ἐάσει νεκρὸν ἑαυτόν. Ἀλλὰ γὰρ ἡ τυφλότης τῶν Ἰουδαίων πολλὴ καὶ ὁρῶσα τὰ θαύματα οὐχ ὁρᾷ· ὀφθαλμοὺς ἔχουσιν καὶ οὐ βλέπουσιν, ὦτα ἔχουσι καὶ οὐκ ἀκούουσιν. Ὁ θεὸς γὰρ τοῦ αἰῶνος τούτου ἐτύφλωσε αὐτῶν τὰς καρδίας πρὸς τὸ μὴ καταυγάσαι αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης. Ἀλλ' ἐκείνους μὲν τέως ἐάσωμεν τῇ ἀπιστίᾳ, ἡμεῖς δὲ λέγωμεν μετὰ τῶν περὶ Μαριὰν τὴν πιστὴν κατὰ διάνοιαν ἀναπλάττοντες ἑαυτοῖς τοῦ σωτῆρος τὸν τάφον· Ἦραν ἡμῶν τὸν κύριον καὶ οὐκ οἴδαμεν τί ἐποίησαν αὐτόν. Αὐτῷ ἡ δόξα σὺν τῷ ἀχράντῳ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 2

About this text

Amphilochius of Iconium, In diem sabbati sancti (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Amphilochius of Iconium’s In diem sabbati sancti — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.