Unit 1 rem mid
Rem mid: Unit 1; lemma continues; reading with the letter.
Greek
νεκρὸν πολεμούμενον; Τίς ἤκουσε τελευτὴν ἀμφιβαλλομένην καὶ δέος ἐμποιοῦσαν τοῖς ἐργασαμένοις; Τίς οὐκ ἐπαύσατο πρὸς ἐχθρὸν τὴν ψυχὴν ἀφειλάμενος; Τίς οὐ κατέλυσεν ἔχθραν ἀρκεσθεὶς θανάτῳ τοῦ δυσμενοῦς; Τί ὃν ἀνήλωσας δειλιᾷς, ὦ Ἰουδαῖε; Τί φοβῇ ὃν ἀπέκτεινας; Τί τρέμεις τὸν μεταστάντα; Τί δέδοικας τὸν ἀναιρεθέντα; Τί ὃν ἐσταύρωσας ἀγωνιᾷς; Ἔχεις ἀπὸ τῆς σφαγῆς τὴν ἀσφάλειαν. Θάρρει· εἰ ψιλὸς ἄνθρωπος ὁ τεθνηκώς, οὐκ ἀνίσταται· εἰ ψιλὸς ἄνθρωπος, καλῶς 1 ἔπηξας τὸν σταυρόν· εἰ ψιλὸς ἄνθρωπος, οὐκ ἀληθεύει Λύσατε τὸν ναὸν τοῦτον εἰπὼν καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· εἰ ψιλὸς ἄνθρωπος, τῷ θανάτῳ κατέχεται· εἰ ψιλὸς ἄνθρωπος, τί τὸν τάφον σφραγίζεις, ἀνόητε; Περίμεινον τὴν τρίτην ἡμέραν καὶ ὄψῃ τῆς ἑαυτοῦ μανίας τὸν ἔλεγχον. Παῦσαι περιεργαζόμενος καὶ θεάσῃ τῶν πραγμάτων τὴν ἔκβασιν· παῦσαι λυττῶν κατὰ τῆς ἀληθείας· παῦσαι θεῷ πολεμῶν καὶ τῷ πολεμεῖν κατατιτρώσκων ἑαυτόν· παῦσαι τὸν ἥλιον τῆς δικαιοσύνης ὑβρίζων καὶ νομίζων τὰς ἀκτῖνας ἐκείνας σβεννύειν· παῦσαι τὴν πηγὴν τῆς ζωῆς προσχῶσαι φιλονεικῶν· παῦσαι τοῖς ἄρχουσι ἐνοχλῶν καὶ περὶ φρουρᾶς διαλεγόμενος· παῦσαι τὸ ψεῦδος ὠνούμενος καὶ τοὺς ὁπλίτας κινῶν. Μὴ κάμῃς ἀνόνητα, μὴ εἰς ἀσέβειαν ἀναλώσῃς τὰ σά, μὴ κατὰ θεοῦ φαντάζου τὴν νίκην, μὴ δῷς μισθὸν στρατιώταις
About this text
Amphilochius of Iconium, In diem sabbati sancti (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Amphilochius of Iconium’s In diem sabbati sancti — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.