Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT.
Greek
τοῦτο δέ φησιν ἐλέγχων τῶν διανοιῶν τὰ κεκρυμμένα καὶ τῆς ἀπιστίας τὴν αἰτίαν λέγων· ἄρχοντες μὲν γὰρ τὴν ἀπὸ λαῶν εὐδοκίμησιν μεταδιώκοντες, λαοὶ δὲ τὴν παρὰ τοῖς ἄρχουσι τιμὴν ἀγαπῶντες ἀφίστασθε τῆς πίστεως τῆς εἰς ἐμέ, οἱ μέν, ἵνα μὴ τὴν δόξαν ἐλαττωθεῖεν τὴν ἐν ὑμῖν, ὑμεῖς δέ, ἵνα μὴ τὴν παρ' ἐκείνοις τιμὴν ἀποβάλητε. 23 Jο 6,1 ἅμα δὲ καὶ ἐπὶ πλείονας ἄγειν τὴν εὐεργεσίαν βουλόμενος οὐκ ἐπὶ ® μιᾶς χώρας ἑδραῖος ἔμενεν. 24 Jο 6,10 11 Τοῖς μαθηταῖς τὸ γεγενημένον σημεῖον 3 οὐκ ἐπήγγελται λόγῳ, τῷ ἔργῳ δὲ ἐπιδείκνυσιν· τοῦτο γὰρ ἦν τῇ οἰκονομίᾳ πρέπον, οὐχ ὥσπερ τότε πρὸς τὸν Μωυσέα ἐλέγετο “μὴ χεὶρ τοῦ κυρίου οὐκ ἐξαρκέσει; ἤδη ὄψει εἰ ἐπικαταλήμψε ταί σε ὁ λόγος μου” , ἀλλ' ἐνταῦθα πρᾴως πως καὶ ἡσυχίως ἀναπεσεῖν μόνον τοὺς ἀνθρώπους κελεύει καὶ λαβὼν τοὺς ἄρτους καὶ τοὺς ἰχθύας εὐχα ριστεῖ ὡς ἐπὶ τροφαῖς ὑποκειμέναις καὶ ὡς ταύταις θρέψων ταύταις ἐπιδιδούς, ἐν τούτῳ δὲ τὰς οὐκ οὔσας ἐξεργαζόμενος. 25 Jο 6,27 Μεθίστησι μὴ περὶ τὴν φθειρομένην ἐπτοῆσθαι τροφήν, ἀλλὰ τὴν εἰς αἰῶνα μένουσαν , ἥτις τρέφει ψυχήν. αὕτη δὲ ἦν ἡ πίστις ἡ ζωοποιὸς καθ' ἣν ἐξομοιοῦται πρὸς τὴν σάρκα τοῦ κυρίου τὴν ὑπὸ τοῦ πατρὸς ἐσφραγισμένην τῇ θείᾳ δυνάμει. 26 Jο 6,29 Θεοῦ μὲν ἔργον ἐνταῦθα λέγεται τὸ ἀνῆκον εἰς θεόν. τοῦτο δὲ εἶναί φησιν ὁ κύριος τὴν πίστιν τὴν εἰς αὐτόν, ἔργον τὴν πίστιν ἀποφαίνων ἱερώτερόν τε καὶ τέλειον. διὸ καὶ ἄνευ τῶν ἀνθρωπίνων ἔργων εἰκότως δικαιοῖ τε καὶ ἁγιάζει ἅτε τὴν καλλίστην ἐνέργειαν ἔχον τῆς ψυχῆς, οὐκ ἀργίαν τινὰ καὶ ἀπραξίαν.28 Jο 6,54 Οὐκ ἔστιν ἀπολαῦσαι τοῦ λόγου τοῦ θεοῦ πρὸς αἰώνιον ζωήν, εἰ μὴ διὰ τῆς σαρκὸς αὐτοῦ· ἄχρι γὰρ οὐκ ἀνεμίγνυτο σαρκί, κατείχετο πᾶσα σὰρξ ὑπὸ θανάτου. νῦν δὲ ζωοποιὸς δέδοται σὰρξ τρέφουσα πᾶν τὸ ὁμογενὲς εἰς ζωὴν διὰ τῆς ἀνακραθείσης αὐτῇ δυνάμεως καὶ ταῖς μετεχούσαις σαρξὶν ἀνακιρνα μένης καθ' ὁμοίωσιν. 29 Jο 6,55 Ἀληθής ἐστιν βρῶσις ἡ μὴ τῆς προσκαίρου καὶ ἀπολλυμένης ζωῆς ἐπίκουρος, ἀλλὰ τῆς αἰωνίου παρασκευαστική. αὕτη καὶ πόσις ἀληθινὴ ὡς ἂν μὴ πρὸς ὀλίγον ἐπαρκοῦσα τῷ δίψει, ἀλλ' εἰς ἀεὶ παρεχομένη τὸν ἐμφορη θέντα αὐτῆς καὶ ἀνεπιδεῆ καθιστῶσα καθάπερ καὶ πρὸς τὴν Σαμαρεῖτιν ὁ κύριος ἔλεγεν. ® 32 Jο 7, 6 8 Ὁ μακαρίζων τοὺς πενθοῦντας ἐπὶ τοῦ παρόντος αἰῶνος ἀκόλουθα καὶ νυνὶ φθέγγεται, κοινόν τι καὶ εἰς ἅπαντας διαβαῖνον τοὺς ἁγίους ἐφ' ἑαυτοῦ λέγων, τὸ μὴ εἶναι καιρὸν ἑορτῆς ἡμῖν ἐν μέσῳ τῶν παρουσῶν θλίψεων, ἐν ὅσῳ κακία καταστρατεύεται καὶ ἀλήθεια παρὰ τοῖς πλείοσιν ἀθετεῖται καὶ θέλημα θεοῦ κατὰ γῆν οὐ κρατεῖ. διὰ δὲ ταῦτα μὴ εἶναι τὸν ἑαυτοῦ καιρὸν ὁ κύριος ἔλεγεν· οὐδὲ γὰρ οἷόν τε ἦν συνεορτάζειν πονηροῖς τὸν ἀγαθὸν οὐδὲ μισοῦσι τὸν μισού μενον. 33 Jο 7, 8 Ὑμεῖς, φησίν, ἀνάβητε συνεορτάσαντες οἱ μηδὲ μισούμενοι μηδὲ φθο νούμενοι παρ' αὐτῶν. ἐγὼ δὲ οὐκ ἀναβήσομαι· ἕτερος γὰρ ὁ τῆς ἐμῆς ἑορτῆς καιρός, ὅτε δηλαδὴ κρατήσει τὸ ἀγαθὸν καταποθέντος τοῦ χείρονος καὶ τὸ πονηρὸν οὐδαμοῦ φανεῖται. 34 Jο 7, 21 Ἐπὶ τοὺς πέντε ἄρτους ἀναφέρει ὅ φησιν ἢ ἐπὶ τὸ ®
About this text
Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.