Fragmenta in Joannem · §u02-open

Fragmenta in Joannem Unit 2 opening

Unit 2.

Lemma-led open — εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες

Greek

χωρὶς τοῦ πεπλευκέναι πέραν γεγονέναι. 35 Jο 7, 22 23 Βουλόμενος εἰσαγαγεῖν τὴν ἐν σαββάτῳ γινομένην περιτομὴν ἀρχὴν οὖσαν τῆς ἐλευθερίας τῆς ἀπὸ τοῦ σαββάτου ἀκριβείας καὶ τὸν περὶ τῆς περι τομῆς ποιεῖται λόγον. ὡς μηδὲ ταύτῃ βεβηλοῦσθαι τοὺς ἀνθρώπους δεικνύῃ φησὶν δὴ μάλιστα μὲν οὐδ' ἐκ τοῦ Μωυσέως εἶναι τὸ τῆς περιτομῆς ἔθος, ἀλλ' ἄνωθεν καὶ ἐκ τῶν πατέρων, ἐπειδήπερ ἐξ Ἀβραὰμ ἄρχεται. τοῦτο δὲ λέγων ἐπὶ τὰ πρεσβύτερα τοῦ Μωυσέως αὐτοὺς ἀναπέμπει, ἐν οἷς οὔπω νόμος αὐτὸ τοῦτο, ὃ μάλιστα θαυμάζουσιν ὡς ἴδιον, τὴν κατὰ νόμον πολιτείαν, ἐπιδεικνύων τῆς παλαιοτέρας ὂν καὶ οὔπω νομικῆς. ἀεὶ δὲ ἔνθα τὰ μείζονα τοῦ νόμου παρεισάγει, πρὸς τὸ πρεσβύτερον καὶ ἀρχαῖον ἀναπέμπει, ἐπεὶ μήτε τῷ Ἐνὼχ μήτε ἐν τῷ Νῶε. διὸ οὐδὲ εἶπεν ἐκ τοῦ Ἀβραάμ, ἀλλ' ἐκ τῶν πατέρων τὴν περιτομήν, ἵν' ἐπὶ πάντων τὸ πρᾶγμα θεωρήσας μὴ πάντως ἀναγκαίαν αὐτοῦ νομίσῃς τὴν ἐπιτήδευσιν, ὅτι μηδὲ ἦν ἐπὶ πάντων. ἐλθὼν δὲ ἐπὶ Μωυσέα τῇ περιτομῇ χρησάμενον ἐν σαββάτῳ τὴν σαββατικὴν ἀργείαν ἀπέφηνεν ὑπ' αὐτοῦ λελυμένην τοῦ Μωυσέως ἕνεκεν τῆς θειοτέρας ἐργασίας. εἰ δὲ ἕνεκεν, φησίν, τῆς περιτομῆς ὡς θείου ἔργου τὸ σάββατον οὐ διατελοῦσιν, ἀργὸν ἄγεται, ἀλλ' ἔστιν ὅτε καὶ ἐνεργόν, 4 πῶς τὸ πολὺ μεῖζον τῆς περιτομῆς τὴν ὅλου τοῦ ἀνθρωπίνου σώματος ἴασιν αἰτιᾶσθε ὡς οὐκ ὀφείλουσαν ἐν ἀργείας καιρῷ πράττεσθαι; 36 Jο 7, 28 Εἰσάγει τὰς περὶ ἑαυτοῦ δύο δόξας ὁ κύριος, καὶ γινώσκεσθαι μὲν αὐτοῖς ὁπόθεν ἐστὶν, διότι μήτηρ αὐτοῦ ἡ Μαρία, ἔχειν δὲ ἅμα καὶ τὸ ἄγνωστον, ὅτι ἐστί τε καὶ ἐλήλυθεν ἐκ θεοῦ. διὸ μὴ αὐθάδη τινὰ καὶ αὐτοχειροτόνητον εἶναι διδάσκαλον ἑαυτόν, ἀλλὰ θεοῦ τοῦ πατρὸς ἀπεσταλκότος ἥκειν ἐπὶ τὴν διδασκα λίαν, τὸν δὲ ἀποστείλαντα αὐτὸν ἐκείνοις μὲν οὐ γινώσκεσθαι, ὅτι θεοῦ γνώ σεως ἀληθινῆς ἀπεῖχον ὡς πορρωτάτω ὅσον καὶ τῇ γνώμῃ καὶ ταῖς πράξεσιν ἀφεστήκασιν αὐτοῦ. εἰκότως δὲ ἑαυτὸν γινώσκειν τὸν πατέρα, ὅτι καί ἐστι παρ' αὐτοῦ· γνωστότατον γὰρ τὸ οἰκειότατον. 37 Jο 7,39–44 Ὡς τῆς σαρκὸς κοινωνίαν πρὸς ἡμᾶς ἀναδεξάμενος τοῦ πνεύματος ἔμελλεν παρέξειν οὐ πρότερον ἀνθρώποις ἁγιασμὸν τὸν ὄντως δεδομένον πρὶν σαρκωθῆναι τὸν λόγον καὶ τὴν ἀνθρωπίνην ὁδὸν πᾶσαν τοῦ βίου διαδραμεῖν καὶ τὴν ἡμετέραν ἀδοξίαν εἰς δόξαν τὴν θείαν μεταγαγεῖν· ἐνταῦθα γὰρ δεκτικὴν ἤδη τὴν ἀνθρωπότητα θεὸς ἐν Χριστῷ ποιησάμενος ὡς ἰδίοις καὶ προσειλημ μένοις πνεῦμα χαρίζεται καὶ πάρεστι δὴ τὸ πνεῦμα. καὶ ἔστιν ἐν ἡμῖν ἐξ ἐκείνου· ὅτι γὰρ τὸν ἁγιασμὸν τὸν ἐν πνεύματι πνεῦμα ἡ γραφὴ καλεῖ, δηλοῦται ἐν Πράξεσι ἔνθα Παύλου πυθομένου· “εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες” ἔλεγον οἱ ἐρωτηθέντες, ὅτι “οὐδ' εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν”, τοῦτο λέγοντες, ὅτι, εἰ δέδοται πνεύματος ἁγιασμὸς ἀνθρώποις, οὐκ ἀκηκόασιν, ἐπεὶ ὅτι γέ ἐστι πνεῦμα θεοῦ, πάλιν ἐπεβεβόητο παρὰ ταῖς θείαις γραφαῖς. μὴ θαυμάζωμεν οὖν, εἰ καὶ πάλαι τοῦ πνεύματος ἐνεργοῦντος ἐν τοῖς προ φήταις ἴδιον τῆς ἀναστάσεως τοῦ κυρίου τὸ δῶρον εἶναι λέγεται· ἕτερον γὰρ πνεύματος ἐνέργεια προφητικὴ καὶ ἕτερον ἁγιασμὸς καὶ ἀνακαίνωσις υἱοὺς θεοῦ τοὺς γυναικῶν γεννητοὺς ἀποφαίνουσα. καὶ τῷ μὲν υἱοθετοῦντι ἁγιασμῷ πολλάκις ἕπεται καὶ προφητεία, ὁπότε αὐτῆς δέοι, τῇ προφητείᾳ δὲ ἀναγέννησις οὐ συνῆν, ὅτι οὐδέπω ἦν πνεῦμα ἅγιον. οὐκ ἐπὶ τὴν ὑπόστασιν ἀναφέρει, ἀλλ' ἐπὶ τὴν ἐνέργειαν· οὐδέπω γὰρ ἐνήργει ἐν τοῖς μαθηταῖς, ἐπείπερ οὐκ ἂν περὶ τῆς ὑποστάσεως τοῦ πνεύματος εἶπεν, ὅτι οὔπω ἦν, (ἀλλὰ δηλονότι ἦν), περὶ δὲ τῆς χάριτος τῆς ἐπὶ τοὺς ἀποστόλους μελλούσης ἔρχεσθαι καὶ δι' ἐκείνων ἐπὶ τοὺς λοιπούς. ἐκεῖνο γὰρ οὔπω ἦν, ἐπείπερ ἐν τοῖς δεχομένοις καὶ τὸ χάρισμα λαμβάνει καὶ τὴν μείωσιν δέχεται πολλάκις διὰ τὴν τῶν λαμβανόντων αὐτοκακίαν. ἀλλὰ Φαρισαῖοι πάλιν τὴν περὶ

About this text

Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.