Fragmenta in Joannem Unit 3 opening
Unit 3.
Lemma-led open — ἦλθεν εἰς τὰ ἴδια
Greek
καὶ κήδεσθαί φησιν αὐτῶν τῷ καὶ τὴν ψυχὴν ὑπὲρ ἐκείνων θεῖναι. 61 Jο 10, 28 33 Θάνατος ἥρπαζεν τοὺς ἔτι κατὰ νόμον ἀγομένους οὐκ ἔχοντας ἐν τῷ νόμῳ τὴν τελείωσιν οὐδὲ δυναμένους ἐν τῇ οἰκίᾳ μένειν εἰς τὸν αἰῶνα ὡς δούλους, καθάπερ εἴρηται, καὶ μήπω τετυχηκότας υἱοθεσίας. οὐκέτι δὲ θάνατος ἁρπάζει τοὺς ἐν Χριστῷ ἠλευθερωμένους· χάρις γὰρ ἤδη τοὺς τοιούτους ἀεὶ παρὰ θεῷ φυλάσσει καὶ θεοῦ δύναμις ἐκ θανάτου ῥύεται. οὕτω δὲ ἡμᾶς καὶ ὁ κύριος κτᾶται οὐχ ὡς ἐκτὸς τῆς δημιουργικῆς αὐτοῦ δυνάμεως ὄντας, ἐπειδὴ καὶ “ἦλθεν εἰς τὰ ἴδια” καὶ φυσικῶς ἴδια πάντα αὐτοῦ, ἀλλ' ὡς ἐκτὸς τῆς ἁγιότητος αὐτοῦ πεπτωκότας διὰ τὴν ἁμαρτίαν, οἰκειουμένους δὲ αὐτῷ διὰ τὴν παρου σίαν· καὶ βασιλείαν γὰρ κατὰ σάρκα κτησάμενος τὴν ἐπὶ τοῖς ἐκπεσοῦσιν αὐτὸς καὶ οὐχ ἕτερός ἐστιν ὁ ἐξ ἀρχῆς καὶ φύσει βασιλεύς, δι' οὗ βασιλεύει πατήρ. διὰ τοῦτό φησι τὰ διδόμενα αὐτῷ καὶ βασιλευόμενα ὑπ' αὐτοῦ βασιλεύεσθαι ὑπὸ τοῦ πατρός. ἐβάστασαν οὖν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτὸν τιμωρίαν ἐπάγοντες τῷ καὶ ἐξ ἀρχῆς ταύτην ὁρίσαντι κατὰ τῶν ἀσεβούν των καὶ μόνῳ ταύτης ἐξελέσθαι διὰ φιλανθρωπίας δυναμένῳ τοὺς τὴν χάριν αὐτοῦ τὴν νῦν ὑποτρέχοντας. ἐπὶ τούτοις ἀτάραχος ὁ κύριος ἅτε δὴ ἔχων αὐτὸς ἐξουσίαν τοῦ παθεῖν οὐκ ἄλλως δυνάμενος, εἰ μὴ αὐτὸς βούλοιτο. καὶ πυνθάνεται διὰ ποῖον ἔργον ὧν ἔδειξεν αὐτοῖς ἐκ τοῦ πατρὸς λιθάζουσιν αὐτόν. καλὰ δὲ αὐτά φησι δεικνύς, ὅτι τὰ παρ' αὐτοῦ τεράστια διὰ τὸ καλὸν ἅπαντα γίνεται καὶ οὐδὲν ἕνεκεν θαύματος μόνου· οὐ γὰρ ἐκπλήξων, ἀλλ' εὐεργετήσων παρῆν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι διὰ τῆς σοφῆς ἐρωτήσεως ὀρθῶς ὁμο λογοῦντες· οὐ γὰρ ἔσχον εἰπεῖν, ὅτι οὐχ ἑωράκασιν ἔργα καλά, ἀλλὰ τὴν τῶν λόγων συκοφαντοῦσιν ἀλήθειαν, οἷς πιστεύειν μᾶλλον ἐχρῆν διὰ τὴν τῶν καλῶν ἔργων ἐπίδειξιν. 62 Jο 10, 39 Ἵνα μὴ ἐκφανῆ σφόδρα τὴν θεότητα καταστήσῃ συνὼν ἐπὶ πλέον τοῖς κατέχειν ἐπειγομένοις καὶ μὴ κατεχόμενος καὶ τῆς ἀνθρωπίνης τάξεως παραχα ράξῃ τὸν ῥυθμόν. ® 64 Jο 11, 7 11 Οὐκ εὐθέως ἐμφανίζει, ὅτι ἐπὶ τοῦτο ἔρχεται· ἀκόμπαστα γὰρ παρ' αὐτῷ πάντα καὶ πόρρω παντὸς ὄγκου πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν ἐπιτελούμενα. ἀπεκρίθη Ἰησοῦς· οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; διδάσκει δὲ ὁ κύριος, ὅτι πρὸ τοῦ καιροῦ τοῦ πάθους οὐκ ἂν ὑπὸ Ἰουδαίων τι πάθῃ. διδάσκει δὲ διὰ παραβολῆς ἡμέραν μὲν καιρὸν ὀνομάζων τὸν πρὸ τοῦ πάθους, τὸν δὲ τοῦ πάθους νύκτα φησίν, ὅτι ἄνθρωπος μὲν ἐν ἡμέρᾳ βαδίζων οὐ προσκόπτει μέχριπερ ἂν αἱ δώδεκα τῆς ἡμέρας ὥραι πληρωθῆναι. εἰ δὲ ἐν νυκτὶ βαδίζοι, προσκόπτει. αἴτιον δὲ τοῦ ἐν ἡμέρᾳ μὴ προσπταίειν τοῦτο τὸ φῶς εἶναί φησιν, τοῦ δὲ ἐν νυκτὶ προσπταίειν τὴν τοῦ φωτὸς ἀπουσίαν. ἐκ τούτων δηλῶν, ὅτι κατὰ τὴν ἄνωθεν βουλήν ἐστιν τὸ μὴ παθεῖν ἢ παθεῖν αὐτόν, κατὰ τὴν τοῦ φωτὸς παρουσίαν ἢ ἀπουσίαν τὸ βλέπειν ἢ 9 μὴ βλέπειν τοὺς ἀνθρώπους γίνεται, ὥστε μέχριπερ ἂν ἡ θεία καὶ οὐράνιος βουλὴ κωλύῃ τὸ πάθος, ἀδύνατον αὐτὸ γενέσθαι· ἐπειδὰν δὲ εἴκῃ καὶ παραχωρῇ, τότε συμβή σεται. τὸ μὲν οὖν μὴ φοβεῖσθαι τὰς ἐξ Ἰουδαίων ἐπιβουλὰς διὰ τῶν τοιούτων αὐτοὺς διδάσκει, ὥσπερ εἴ τις ἔλεγεν· μὴ φοβεῖσθε τὰ ἐν γῇ κείμενα προσ κόμματα φωτὸς ἐξ οὐρανοῦ οὐ λάμποντος μηδὲ ἐξ ἀνθρώπων τι προσδοκᾶτε πείσεσθαι τῆς θείας βουλῆς οὐκ ἐπιτρεπούσης. ἵνα δὲ μὴ θαυμάζοιεν, ὡς ἄρτι μὲν ἀνεχώρησεν, πάλιν δὲ ἐπὶ τοὺς αὐτοὺς ἐπείγεται τόπους, ἀναγκαίως αὐτοῖς τὴν κατὰ τὸν Λάζαρον ὑπόθεσιν ἐξηγεῖται. 67 Jο 11, Ἐκαθέζετο ἐν τῷ οἴκῳ Μαρία, δηλονότι οὐκ ἐγνωκυῖα· δραστήριος γὰρ ἡ Μάρθα καὶ περὶ τῆς τραπέζης ὀξυκίνητος, σοφὴ δὲ ἡ Μαρία καὶ περὶ τὴν πίστιν βεβαιοτέρα. 69 Jο 11, 21 Ὅτι γὰρ οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφὸς αὐτῆς παρόντος τοῦ κυρίου, λέγει πιστῶς ἀπὸ τῆς πείρας· καὶ τό γε μὴ παντελῶς ἀπελπίσαι
About this text
Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.