Fragmenta in Joannem · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

Ἰουδαϊκῆς ἀγωγῆς ἐπὶ τὴν ἐν πίστει καὶ παρὰ Χριστῷ τελείωσιν· πρόβατα γὰρ τὰ καλῶς ὑπὸ τοῦ ποιμένος ἐξαγόμενα καὶ τὴν φωνὴν γνωρίζοντα αὐτοῦ καὶ ἀκολουθοῦντα καθηγουμένῳ οἱ ἐκ τοῦ Ἰσραήλ εἰσιν ἄνθρωποι οἱ τὸν ἐναπομένοντα τοῖς σωματικοῖς ἐπιτηδεύμασι λαὸν ἀφιέντες καὶ τῷ κυρίῳ συνα κολουθήσαντες ἐξιόντι τοῦ κόσμου, οἱ συνιέντες, ὅτι θεῖα ὄντως τὰ τοῦ Χριστοῦ καὶ ἀπὸ μικρῶν ἐπὶ τὰ μείζω προάγει οὐκ ἐξ ἀγαθῶν εἰς κακά, ὅπερ οὐ ποι μένος, ἀλλὰ κλέπτου καὶ λῃστοῦ, τοῦτ' ἔστι πονηροῦ διδασκάλου καὶ πρὸς ἀνομίαν ἀπὸ νόμου μετατιθέντος, ᾧ μὴ συνακολουθεῖν τὰ πρόβατα λέγων διδάσκει μὴ ἕπεσθαι τοῖς παρανόμοις διδασκάλοις τοὺς ὑπηκόους θεοῦ τε καὶ νόμου. λέγων καὶ κατ' ὄνομα φωνεῖ τὰ ἴδια πρόβατα ὁ ποιμὴν ἐκλογὴν δηλοῖ τὴν τῶν ἐπιτηδείων κατὰ τὸ εἰρημένον ἐν προφήταις· “ὑμεῖς δὲ συναγάγετε υἱοὺς Ἰσραὴλ κατὰ ἕνα καὶ ἕνα” · “οὐ γὰρ πάντων ἡ πίστις” οὐδὲ πάντες δύναν ται, ἐπειδὴ μηδὲ βούλονται τῶν συνήθων ἀποπηδῆσαι μελετημάτων καὶ τῆς κοσμικῆς ἐλευθερωθῆναι προσπαθείας καὶ ἐπὶ τὴν θείαν μὲν ἄσκησιν ζῆν καὶ ὑπερκόσμιον, πρὸς ἣν καὶ ὁ κύριος τοὺς ἑαυτοῦ καθοδηγεῖ μαθητὰς ἔμπροσθεν αὐτῶν πορευόμενος. καιρὸς δὲ ὁ τῆς τοιαύτης παραβολῆς ἀναγ καιότατος ὁ παρὼν διδασκούσης περὶ τῶν ἐξιόντων ἀπὸ συναγωγῆς Ἰουδαίων, ὅτι δὴ τὸν “ἐκ γενετῆς τυφλὸν” ἀναβλέψαντα διὰ τὴν περὶ Χριστοῦ μαρτυρίαν ἐξέωσαν ἐκεῖνοι. τῷ δὲ ἦν οὐχ οὕτω κακόν, ἀλλὰ μέγιστον ἀγαθόν. διότι οὐ συνῆκαν αὐτοῦ τὴν φωνὴν τὴν τῆς ἀναβλέψεως αἰτίαν. ὁ δὲ ἀνοίγων τῷ ποιμένι θυρωρὸς καὶ τὴν εἴσοδον ἀνοίγων εὐπρεπῆ ὁ τοῦ Ἰσραὴλ ἐπιστάτης ἐστὶν ἄγγελος ὁ τὴν τοῦ βασιλέως παρουσίαν ἀσμένως δεχόμενος καὶ τῇ μείζονι παραδιδοὺς ἐπιστασίᾳ τοὺς οἰκονομηθέντας ὑφ' ἑαυτοῦ κατὰ τὸ μέτρον τῆς οἰκετικῆς ἐπιτροπῆς· “ὑπ' οἰκονόμους” γάρ, φησίν, ἦμεν καὶ “ἐπιτρόπους” . 57 Jο 10,6 Παροιμίαν δὲ δηλονότι ® νῦν τὴν παραβολὴν ἐκάλεσεν.58 Jο 10,8 10 Εἰσῆλθεν ὁ κύριος διὰ νόμου πληρώσεως αὐτὸς ὢν τρόπον τινὰ καὶ ὁ νόμος· ἐν γὰρ τῷ ζῶντι καὶ ἀληθινῷ λόγῳ καὶ ὁ νομικὸς περιέχεται. ἐξήγαγε δὲ ἐπὶ νομῇ καὶ τροφῇ ζωοποιῷ τοὺς ἀκολουθήσαντας, ὅτι τῇ δυνάμει τοῦ πνεύματος αὐτοὺς τρέφει τοῦ ζωοποιοῦ οὐκέτι δεομένους νομικῶν παραγγελ μάτων, ἀλλὰ τοῖς κατὰ λόγον δόγμασιν ἀγομένους· “τὸν νόμον” γάρ, φησίν, “τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας” · καὶ νόμος μὲν ἐδόθη μὴ δυνάμενος ζωοποιεῖν, ζωὴν δὲ ὁ Χριστοῦ δίδωσι λόγος ἐπὶ τὰ αἰώνια ἀπὸ τῶν προσ καίρων καλῶν καὶ οὐ ζωὴν μόνον, ἀλλὰ καὶ τὴν ἐν ζωῇ βασιλείαν ἐπιχωρηγῶν, ὅπερ ἐστὶ τὸ περισσόν. τίνες οὖν ἂν εἶεν οἱ κλέπται καὶ λῃσταὶ οἱ πρὸ τοῦ κυρίου παραγενόμενοι καὶ οὐκ ἀκουσθέντες ὑπὸ τῶν προβάτων; τίνες δὲ ἄλλοι ἢ οἱ νόμον διδάξαντες ἀπέστησαν διὰ τῆς ἐπὶ τὸν ἐθνικὸν βίον μετα θέσεως, οἱ πρὸς ἀλλοτρίωσιν ἐνάγοντες θεοῦ καὶ τὸν διὰ τῆς ἀλλοτριώσεως ὄλεθρον ἐπιφέροντες. ἀναγκαιότατα τοίνυν ὁ κύριος διαφορὰν ἐπιδείκνυσι πρὸς ἑαυτὸν τῶν ἀπὸ τοῦ νόμου μετατιθέντων, ὅπερ φυλάσσων καὶ ὁ ἀπόστολος ἐπισημαίνεται λέγων· “ ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω”, τοῦτ' ἔστιν οὐ δι' ἀνομίας ἐχωρίσθη νόμος, ἵνα εἰς θάνατον κατενεχθῶ, ἀλλὰ διὰ τῆς ὄντως νομίμου καὶ θείας πολιτείας, ἣ πρὸς τὴν αἰώνιον ἄγει ζωήν· ἐπειδὴ γὰρ ψευδεῖς καὶ οὐκ ἀγαθοὶ ποιμένες ἐφεστήκασιν οἱ μισθοῦ τῆς ἐφη μερίας ἡδονῆς ποιμένες, οἷς οὐκ ἔμελεν τῶν προβάτων, ἀλλὰ τὴν ἰδίαν ἐθήρευον ἡδονὴν ἐπὶ ταύτην φεύγοντες ἐπιόντος τοῦ λύκου τοῖς προβάτοις, τοῦτ' ἔστι τοῦ ὀλέθρου τοῦ τῇ κακίᾳ συνακολουθοῦντος, ὁ 8 κύριος, ἵνα μὴ πρὸ τῆς ἁμαρτίας ἀπολλυώμεθα, τὴν τοιαύτην ἐπιστασίαν ἀναδεξάμενος καὶ ἀπέθανεν τῇ ἁμαρτίᾳ δι' ἡμᾶς. ἐκεῖνοι δὲ ἔκδοτα τῇ ἁμαρτίᾳ τὰ πρόβατα παρέντες ἔβοσκον “ ἑαυτοὺς” ὡς Ἰεζεκιήλ φησιν καὶ “οὐ τὰ πρόβατα”. διὸ καὶ ἔλεγεν ὁ θεός· “ἐγὼ ποιμανῶ τὰ πρόβατα” καὶ πεπλήρωκε τοῦτο διὰ τοῦ κυρίου ® ποιμαίνοντος. 60 Jο 10,14 15 Εἰπὼν ὅτι καὶ τὰ πρόβατα αὐτὸν ἐπιγινώσκει καὶ τούτῳ τὴν ὁμοίωσιν ἀποδέδωκε τοσαύτην εἶναι λέγων τοῖς προβάτοις τὴν πρὸς αὐτὸν γνῶσιν οἵαν αὐτῷ τὴν πρὸς τὸν πατέρα. αὕτη δέ ἐστιν ἐν μὲν τοῖς ἀνθρώποις ἡ κατ' ἀρετὴν ἐπίγνωσις τοῦ κυρίου, ἐν τῷ κυρίῳ δὲ ἡ κατὰ φύσιν γνῶσις τοῦ πατρός· μιμεῖται γὰρ τὸ φύσει ἀγαθὸν ἡ κατ' ἀρετὴν ὁμοιότης. γινώσκων δὲ τὰ ἴδια ®

About this text

Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.