Fragmenta in Joannem · §u03-rem-close

Unit 3 rem close

Rem CLOSEOUT: Unit 3 CLOSEOUT.

Greek

12,34 Ἄγνοιαν δὲ αὐτῶν ἐλέγχουσι τὴν περὶ τοὺς προφήτας καὶ τὴν οὐκ ἀκριβῆ γνῶσιν τῶν γεγραμμένων ἐπιδεικνύουσιν· τὸ μὲν γὰρ εἰς αἰῶνα μένειν τὸν Χριστὸν ἀπὸ τῶν τοιούτων εἰλήφασιν φωνῶν, τὸ δὲ τοῦ θανάτου μυστήριον μεταξὺ γινόμενον καὶ τὴν πρὸς ὀλίγον διάλυσιν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος οὐ συνίεσαν οὐδὲ ἐξηκρίβουν. 86 Jο 12, 36 Οὐκ ἐν μέσοις ἀναστρεφόμενος οὐδὲ μεταξὺ διαλεγόμενος κατασχεθῆναι βούλεται, ἀλλ' ὑποχωρῶν καὶ συσκιάζων ἑαυτόν· ἐν τούτῳ γὰρ ἤλεγχε μὲν τοῦ προδότου τὴν πονηρίαν ἐπὶ μισθώσει διδασκάλου μισθοφοροῦντος, ἐφύλαττε δὲ αὐτοῦ τὸ πρᾷον καὶ παντελῶς ἀφεστηκὸς θρασύτητος, ἄχρι τοσούτου παριὼν εἰς μέσον ἄχρι τοῦ διαμαρτυρῆσαι τὴν ἀλήθειαν· οὐ γὰρ ὀργῆς τόλμημα κατὰ τοῦ σωτῆρος ἔργον αὐτῶν ἔδει γενέσθαι, ἀλλὰ κακίας βούλευμα· ἔλαττον γὰρ εἰς κατάκρισιν ἅπαν τὸ ἐξ ὀργῆς τολμώμενον, ἄκρον δὲ ἐν κακίᾳ τὸ μετὰ βουλῆς πονηρεύεσθαι. 87 Jο 12,40 Πώρωσιν δὲ καρδίας καὶ σκληρισμὸν ἐπαγόμενον ὑπὸ θεοῦ μὴ τῆς ἁγίας δυνάμεως ἐνέργημα εἶναι νομίσωμεν, ἀλλὰ συγχώρησιν μὲν τῆς θείας κρίσεως, ἐνέργημα δὲ τῆς πονηρᾶς καὶ ® ἀντικειμένης δυνάμεως. 89 Jο 12,44 45 ∆ηλονότι πρὸ τῆς ἀρτίως δεδηλωμένης 12 ἀναχωρήσεως ταῦτα εἴρηται τῷ κυρίῳ καὶ μετὰ τούτους τοὺς λόγους ἀνακεχώρηκε οὓς ἐπαναλαμβάνων ὁ Ἰωάννης προϊστορεῖ τεθεωρηκότως τε τῶν πιστευόντων καὶ φυλαττομένων ὁμολογεῖν τὰς καρδίας. δεινὴν ἁμαρτίαν ἐξήλεγχε τὴν τῆς ὁμολογίας παρά στασιν· θεοῦ γὰρ ἔφησε πίστιν ἀθετεῖν τοὺς τοῦτο ποιοῦντας· οὐ γὰρ εἰς ἕτερόν τινα πιστεύειν ἢ εἰς θεὸν τὸν εἰς αὐτὸν πεπιστευκότα, διότι, φησίν, πατὴρ ἐν υἱῷ θεωρεῖται. οὐ τοίνυν ὡς ὑπηρέτην δεξάμενός τις ἐδέξατο τὸν ἀποστείλαντα, οὕτως ἔλεγεν τὸν εἰς αὐτὸν πιστεύοντα πιστεύειν εἰς τὸν θεόν· οὐκέτι γὰρ ἂν ἀκολούθως εἶχεν τὸ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με· ἡ μὲν γὰρ πρὸς τὸν ὑπηρετοῦντα πίστις παρωθουμένη τὸν ὑπηρέτην πρὸς τὸν ἀποστεί λαντα θεωρεῖ, ὁ δὲ ἐν θεωρίᾳ υἱοῦ πατέρα θεωρῶν οὐχ ὑπερβαίνων Ἰησοῦν ἐπὶ πατέρα τρέπεται, ἀλλ' ἐν υἱῷ μένων καὶ ἱστάμενος τὸν πατέρα λαμβάνει. ὥστε τὸ ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ μέχρι τῆς σαρκὸς καὶ τοῦ ἀνθρωπίνου προσώπου τὴν δήλωσιν ἔχει. ἀφ' οὗ δὴ προάγων καὶ ἀναβιβά ζων τὰς καρδίας τῶν ἀνθρώπων ὁ θεωρῶν ἐμέ, φησίν, θεωρεῖ τὸν πέμ ψαντά με, τοῦτ' ἔστιν ὁ δυνάμενος ἐπιγνῶναι τίς ὁ διὰ τῆς σαρκὸς ἐπιδημῶν καὶ τῆς νοητῆς καὶ καλλίονος ἐπιλαμβανόμενος θεωρίας, οὗτος εὑρίσκει μὲν ἀληθῶς ἐμέ, εὑρίσκει δὲ ἐν τῇ πρὸς ἐμὲ πίστει τὴν εἰς τὸν πατέρα. ὅμοιον οὖν, ὡσεὶ ἔλεγεν, οὐκ εἰς ἄνθρωπον ψιλὸν πιστεύει ὁ πιστεύων εἰς ἐμέ, ἀλλ' εἰς θεοῦ δύναμιν, ἐν ᾗ πατὴρ γινώσκεται καὶ πιστεύεται. 90 Jο 12,50 Αὐτοῦ τὰ ῥήματα καὶ μετ' ἐξουσίας λαλούμενα, ὅτι καὶ δημιουργὸς καὶ τοῖς δημιουργήμασι τοῖς αὐτοῦ νομοθέτης, καθὸ λόγος ἐστὶν ὁ τοῦ θεοῦ, “δι'” οὗ “τὰ πάντα ἐγένετο” , ὃς “εἰς τὰ ἴδια” ἥκει καὶ διαλέγεται μετ' ἐξουσίας, οὐχ ὡς ἄν τις διάκονος τῶν παρὰ θεοῦ δεδομένων λόγων· οὐδενὶ γὰρ τῶν τοιούτων ἁρμόσειε τὸ “ἐγὼ λέγω ὑμῖν” καὶ τὸ ἐν παραθέσει τῇ πρὸς τοὺς θεοῦ νόμους· παρατιθεὶς γὰρ πρὸς τὸ εἰρημένον ἐκ θείου προσώπου τὸ “οὐ φονεύσεις” καὶ τὸ “οὐ μοιχεύσεις” ἐπιφέρει καθ' ἕκαστον τὸ “ἐγὼ δὲ λέγω ὑμῖν” · οὐδὲ ἀλλοτρία τοῦ σωτῆρος ἡ νομοθεσία οὐδὲ ἐξ ἀποκαλύψεως λαλεῖ οὐδὲ προστεταγμένα διαλέγεται, ἐὰν κατὰ θεότητα νοῶμεν τὴν ἰδίαν αὐτοῦ καὶ τὴν προαιώνιον ὕπαρξιν. 91 Jο 13,1 Πρώτη δὲ καὶ πρόχειρος ὠφέλεια ταπεινοφροσύνης ὑπερβαλλούσης παρά δειγμα καὶ τῆς μεγίστης ἀγάπης. μετάβασιν δέ φησι τὴν ἐξ ® ἀνθρωπίνης εὐτε λείας ἐπὶ τὴν ὑπερουράνιον δόξαν. 92 Jο 13,6 11 Ἡ τῶν ποδῶν νίψις ἐνταῦθα αἰνίττεται τὸ βαθύτερον τοῦ πράγματος, ὅπερ ἔοικεν εἶναι παρασκευὴ τῶν ἀποστολικῶν ποδῶν εἰς τὸ τῆς ἀποστολῆς ἔργον· κεκαθαρμένους γὰρ αὐτοὺς τοῖς ποσὶν ἀποστέλλει διὰ τῆς παρ' ἑαυτοῦ διδομένης καθαρότητος, ἵνα δὴ καὶ διαδραμεῖν δυνηθῶσι τὸν κόσμον ἐπαγγέλ λοντες τὰ τῆς σωτηρίας εὐαγγέλια κατὰ τὸ λεγόμενον “ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην” . καθαροὺς οὖν ὄντας αὐτοὺς τὸ σῶμα λοιπὸν δεῖσθαι τῆς τῶν ποδῶν καθάρσεως ἔφη, τοῦτ' ἔστιν, ἵνα μὴ μόνον εἶεν καθαροὶ καθ' ἑαυτούς, ἀλλὰ καὶ περὶ τὸν δρόμον εἶεν καθαροὶ διακομίζοντες πᾶσιν ἀνθρώποις τὴν καθαρότητα. εἶναι δὲ αὐτοὺς οὐ πάντας καθαροὺς διὰ τὸν δωδέκατον ἐν αὐτοῖς τὸν ἐν αὐτῷ ἅπασαν ἀκαθαρσίαν ἔχοντα. 93 ®

About this text

Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.