Unit 3 rem mid
Rem mid: Unit 3; lemma continues; reading with the letter.
Greek
ὡς ἐλάττων· τὸ γὰρ περὶ χρημάτων διακονικὸν ἔλαττον τῆς ἐν λόγῳ διακονίας ὡς ® καὶ οἱ δώδεκα ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἐδήλωσαν. 79 Jο 12, 13 15 Φοίνιξιν αὐτοῦ τὴν εἴσοδον δορυφοροῦντες καὶ βασιλέα τοῦ Ἰσραὴλ ἐρχόμενον εὐφημοῦντες, τοῦτ' ἔστι Χριστὸν τὸν ἐπηγγελμένον μετὰ προφανε στάτης τιμῆς εἰς τὴν πόλιν εἰσήγαγον. ὁ δὲ καὶ τοσαύτης αὐτῷ παρὰ τοῦ δήμου γενομένης τιμῆς εἰς τὸ μετριώτατον σχηματίζεται πληρῶν ἅμα καὶ τὸ σύμβολον τὸ κατὰ τὴν προφητείαν προδεδηλωμένον. αὐτόθεν δὲ ἔχει τὸ μέτριον καὶ εὐτελὲς ἡ ἐπὶ τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον τοῦ μήπω καθαροῦ τότε λαοῦ τοῦ μέλλοντος προσδέξασθαι τὴν ἐπίβασιν τοῦ κυρίου. ὄνος δὲ οὐ καθαρὸς κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας τῇ μὲν Σιὼν εὐαγγελιζόμενος τὸν βασιλέα πάντων ἀπαλλάττοντα φόβων καὶ λυτρούμενον αὐτὴν ἐξ ἐχθρῶν δυναστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν ἡγούμενον καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος ® ἦν, ἐφ' οὗ καθεζόμενος εἴσεισιν. 80 Jο 12, 17 19 Ἀναγκαίως ἄρα καὶ τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ κύριος ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονότι τιμηθείη μὲν ἐπιφανέ στερον ὑπὸ τοῦ πλήθους, τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι βουλεύσαιντο κατ' αὐτοῦ καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται. 81 Jο 12, 19 Ὁρῶσιν, ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χριστόν, μάτην ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι τοὺς λοιπούς, τὰ μὲν δια λεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες. πάντα οὖν ἀνωφελῆ φασιν ® εἶναι, εἰ μὴ πρὸς ἀναίρεσιν αὐτοῦ τράποιντο. 82 Jο 12, 25 26 Ἄνωθεν μὲν καταγομένην ἐκ πατρὸς ἐπιδείκνυσι τὴν τιμὴν ὡς πρὸς τὸ ἀνθρώπινον τὸ ἑαυτοῦ τὸ κάτω καὶ ἐναργῶς φαινόμενον καὶ καθηγούμενον ἀνθρώποις ἐπὶ ζωὴν αἰώνιον καὶ ἀθάνατον, οὐ μὴν ἑτέρως παριστὰς ἡμῖν ἐρχομένην τὴν δωρεὰν τῆς ζωῆς ἢ δι' αὐτοῦ καθ' ὅσον οὐράνιός ἐστι δύναμις, ἐπεὶ καὶ προεῖπεν αὐτὸς τὴν αἰώνιον ζωὴν δώσειν 11 τοῖς ἀκολουθοῦσι προ βάτοις, ὅπερ ἥρμοσεν αὐτῷ λέγειν καθὸ πηγάζει τὴν ζωήν. 83 ® Jο 12,27 28 Ἐνταῦθα πολὺ τὸ ἀνθρώπινον δείκνυται καὶ τὴν φύσιν μὴ βουλομένην ἀποθανεῖν δεικνύς, ὅτι οὐκ ἔξω τῶν ἀνθρωπίνων παθῶν ἦν. ἵνα γὰρ μὴ εἴπωσί τινες, ὅτι εὐκόλως παρῄνει θανάτου καταφρονεῖν αὐτὸς ἔξω κινδύνων ὢν δείκνυ σιν, ὅτι καὶ αὐτὸς ἀγωνιῶν ταῦτα ἔλεγεν οἰκονομικῶς ὡς ἄνθρωπος ταραχθεὶς καὶ ζητῶν ἀπαλλαγῆναι, εἰ μὴ ἦν χρήσιμον. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. κἂν ταράττωμαι νῦν δεδιὼς τὸν θάνατον, οὐ λέγω ὥστε φυγεῖν αὐτόν· δεῖ γὰρ φέρειν τὸ ἐπιόν· οὐ γὰρ λέγω ἀπάλλαξόν με ἐκ τῆς ὥρας ταύτης, ἀλλὰ δόξασόν σου τὸ ὄνομα, τοῦτ' ἔστιν ἄγε νῦν ἐπὶ τὸν σταυρόν. ταῦτα δέ φησιν εἰς ἀνδρείας ὑπογραμμὸν ® παρεισάγων ἡμᾶς. 84 Jο 12,28 30 ∆ιάλεξις μὲν ἐν φωνῇ πατρὸς πρὸς υἱὸν οὐκ ἔστιν, ὅτι καὶ φωνῆς ἐπέκεινα τὸ θεῖον, εἰς δὲ ἀνθρώπων ἀκοὰς ἦχος ἐξ οὐρανοῦ πέμπεται ἐκ προσώπου τοῦ πατρικοῦ πρὸς τὸν υἱόν, ἵνα οἱ ἀκούσαντες μειζόνως ἐνθυμηθῶσιν Χριστὸν καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ θεότητα γνωρίσωσιν. οὔτε δὲ πατρὶ προσγίνεται δόξα ὡσαύτως ἀεὶ ἔχοντι, πλὴν ὅσον εἰς τὴν τῶν ἀνθρώπων ἐπίγνωσιν ἐκλάμπει καὶ γνωρίζεται, οὔτε τὸν υἱὸν ἐξ ἀδοξίας δοξάζεσθαι λογιστέον, πλὴν ὅσον ἐν ὀφθαλμοῖς ἀνθρώπων κατὰ τὴν σάρκα ὁ πρότερον ἀφανὴς ἐπιφανὴς καθίσταται. οὐκ ἔλαβε δὲ τὰς τῶν παρόντων ἀκοὰς ἡ φωνή, ἀλλὰ τὸ ὅπως γέγονεν ἕτερος δοξάζει· δόγμα γὰρ ἦν παρ' αὐτοῖς ἐκ πατέρων τὸ μὴ φέρεσθαι φωνὰς ἀκουστὰς ἐκ θεοῦ στόματος, ἐπεὶ καὶ Μωυσῆς καὶ οἱ λοιποὶ πάντες, ὅσοι περὶ θεοῦ λόγων εἰρήκασιν ἀκουσθέντων, ἀνθρώποις ἐσημειώσαντο καὶ τὸν τῆς ὁμιλίας τρόπον ἀγγέλου εἶναι εἰπόντες· εἰ δὴ καὶ ἡμεῖς ἄγγελον θήσομεν εἶναι τὸν ἐξενεγκόντα τὴν φωνήν, ἔχει καλῶς πρὸς τὸ ἀνθρώπινον πρόσωπον ἄνωθεν ἀκουσθῆναι δι' ἀγγέλου τὴν πατρῴαν φωνήν. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν· οὐ δι' ἐμὲ γέγονεν ἡ φωνὴ αὕτη· καὶ γὰρ οὐδὲν ἐδεῖτο ὁ εἰδὼς τὸν πατέρα καὶ τὰ τοῦ πατρός. οὐ τοίνυν ἐᾷ τι μικρὸν περὶ αὐτοῦ νομίζειν οὐδὲ οἷον ἐπὶ προφητῶν πρὸς τὸ γνῶναι τίς εἴη παρὰ θεῷ. ὅρα δὲ μὴ ταὐτόν ἐστι τὸ δόξασόν σου τὸ ὄνομα ὡς ἀναφερόμενον ἐπὶ τὸν σωτῆρα ὄντα ὡς λόγον θεοῦ. οὕτω καὶ ὄνομα τοῦ πατρός, ἀλλ' ὄνομα οὐ τὸ ἐκ συλλαβῶν οὐδὲ σημαινόμενον ἐν φωναῖς, ἀλλὰ τὸ τὴν ἰδιότητα ἐμφαῖνον τοῦ πατρός. κατὰ τοῦτο ἔστι νοῆσαι ὄνομα θεοῦ καὶ τὸ τῷ ψαλμωδῷ εἰρημένον· “διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου” · ἐπεὶ πῶς ἐστιν ἄλλως διήγησις ὀνόματι [νοῆσαι] τοῦ θεοῦ; 85 Jο
About this text
Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.