Unit 4 rem mid
Rem mid: Unit 4; lemma continues; reading with the letter.
Greek
ἀκούοντα· μείζονα γὰρ φωνῆς τὰ θεϊκὰ καὶ φυσικῷ τρόπῳ νοεῖται ταῦτα κατὰ τὸ οἰκεῖον θεῷ, τῆς οἱονεὶ βουλῆς τοῦ πατρὸς ἐντολῆς λεγομένης, ᾗ σύμφωνος ὢν καὶ σύνδρομος ὁ υἱὸς ἐπιτελεῖ τὴν οἰκονομίαν· κάλλιστον γὰρ καὶ τὸ ποιῶ, ἵνα ἴδωμεν, ὅτι καὶ τὸ πάθος ἐνεργείας ἦν αὐτοῦ δι' ἧς καθαιρεῖ μᾶλλον τοὺς ἐπιτιθεμένους, ἐπεὶ καὶ θριαμβευόμενος ἐθριάμβευσεν καὶ σταυρούμενος ἐσταύρου καὶ εἰς αἰσχύνην ἐπῆγεν τοὺς τοῦτο ἐργαζομένους. ὥστε διὰ τὴν ἀγάπην, φησίν, τὴν εἰς τὸν πατέρα ® ὑπομένω τὸν θάνατον. 110 Jο 14, 30 31 Ἰσχύει ὁ τῆς πονηρίας ἄρχων διὰ τῆς ἐν ἀνθρώπῳ πονηρίας ὡς ἴδιον λαμβάνων τὸν ὑπὸ τῇ πονηρίᾳ εὑρισκόμενον. ἐπ' ἐμὲ τοίνυν οὐχ οὕτως ἥξει, φησίν, ὡς ἐπί τινα ἀνθρώπων τῶν ὑφ' ἁμαρτίαν κειμένων, ἀλλ' ὡς ἑκουσίως ἐμαυτὸν παραδιδόντα καὶ δεικνύντα τῷ κόσμῳ τὴν ἀγάπην, ἣν ἔχω πρὸς τὸν πατέρα, ὅτι βουλομένου πατρὸς σῴζεσθαι κόσμον ἐργάζομαι τοῦτο. 111 Jο 14, 31 ∆οκεῖ μὲν ἀναχώρησις εἶναι τὸ πρᾶγμα, ἔκδοσις δέ ἐστιν ἑκούσιος, ὅτι τοιοῦτον μεταδιώκει τόπον, ἐν ᾧ γνωσθήσεται ὑπὸ τοῦ προδότου καὶ προδοθήσεται. 112 Jο 15, 6 Ὅστις οὖν ἑαυτὸν χωρίζει τοῦ κυρίου πρὸς σαρκικὰ πράγματα, ἀπηλλοτρί ωσεν ἑαυτὸν τῆς ἀμπέλου καὶ ξηρὸς καθίσταται τὴν ζωοποιὸν μηκέτι δεχόμενος ἰκμάδα. ὁ δὲ τοιοῦτος εἰς τὴν αἰώνιον φυλαχθήσεται κρίσιν ὥσπερ εἰς τὸ πῦρ τὰ ξηρὰ κλήματα. 113 Jο 15, 7 Μένοντες ἐν ἐμοί, φησίν, οὐ μόνον τὰ τῆς ἀρετῆς ἕξετε καρποφορούμενα ἐξ ὑμῶν αὐτῶν, ἀλλὰ καὶ τὰ μείζονα τῆς ἀρετῆς, λέγω δὴ τὰς παρὰ θεοῦ δυνάμεις, ἃς δι' αἰτήσεως λήψεσθε· τὸ γὰρ ὃ ἐὰν θέλητε αἰτήσασθε, ® καὶ γενήσεται ὑμῖν τὴν τῶν παραδόξων ὑπερβάλλει δύναμιν. 114 Jο 15, 9 10 Ὥσπερ ἐγώ, φησίν, προσήκων τῷ πατρὶ κατὰ τὴν θεότητα ἠγάπημαι ἐξ αὐτοῦ καὶ οὐκ ἐξ ἀνθρώπων ἀναστάς, οὕτω καὶ ὑμεῖς ἐμοὶ προσήκοντες κατὰ σάρκα ἠγάπησθε ὑπ' ἐμοῦ. τὴν οὖν ἀγάπην, ἧς ἐτύχετε, φυλάξατε. φυλάξατε δὲ αὐτήν, εἰ τὰ προστεταγμένα ὑπ' ἐμοῦ τηρήσετε σῴζοντες καὶ ἐν τούτῳ τὴν μίμησιν καὶ τὴν ὁμοίωσιν τὴν πρὸς ἐμέ· ἐγώ τε γὰρ σύμφωνα τῷ πατρὶ διανο ούμενος καὶ πράττων ἀκριβῆ τὴν ἀγάπην τὴν πρὸς τὸν πατέρα διεφύλαξα. ὑμεῖς δὲ ὡσαύτως τὰ παρ' ἐμοῦ προστάγματα ἔργῳ πληροῦντες ἐπιδείξετε τὴν πρὸς τὸν δεσπότην ἀγάπην· οὐδὲ γὰρ τὴν ἀγάπην ὁμοίως ὑμεῖς τε πρὸς τὸν κύριον καὶ ὁ κύριος πρὸς τὸν πατέρα δείκνυσιν, οὐδὲ τὴν τήρησιν τῶν ἐντολῶν ἐξ ἴσου δοῦλοί τε πρὸς δεσπότην καὶ υἱὸς πρὸς πατέρα ἀποδίδωσι· τῷ μὲν γὰρ κυρίῳ κατὰ φύσιν ἦν ἅπαντα πληροῦν τὰ ἀρέσκοντα πατρὶ καὶ πόνος οὐδεὶς οὐδὲ ἐπιμέλεια οὐδὲ ἄσκησις περὶ τοῦτο, ἡμῖν δὲ διὰ πόνου τὸ κατόρθωμα. καὶ ὁ μὲν οὐκ ἐλπίδι μισθοῦ τὰ πατρὸς τηρεῖ βουλήματα, ἡμεῖς δὲ ἐπὶ μισθῷ τὸν πόνον ὑπομένομεν καὶ τὴν τήρησιν τῶν ἐντολῶν ἐξασκοῦμεν. ἕτερος ἄρα τρόπος τῆς ἀγάπης τοῦ κυρίου πρὸς τὸν πατέρα, ἕτερος δὲ ἡμῖν πρὸς αὐτόν. 115 Jο 15, 15 Οὐ τοιαύτην ἀκοὴν δήπουθεν λέγει, οἵαν τὴν τῶν ἀνθρώπων, ὥσπερ οὐδὲ ἀγάπην τοιαύτην οὐδὲ ἐντολῶν τήρησιν ὁμοίαν· οὐ γὰρ ῥῆμα εἰς ἀκοὴν ὠτίων φερόμενον ἐκ πατρὸς ἐνήνεκται μηνύον τὰ πατρὸς βουλήματα, ἀλλὰ τὴν πρό γνωσιν εἴρηκεν ἀκοὴν οὐ προσγινομένην αὐτῷ κατά τινα καιρόν, ἀλλὰ συνοῦσαν ἀεί· οὐ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν ἡ σοφία πρόεισιν οὐδὲ ἕτερόν τι παρὰ τὴν σοφίαν ἡ γνῶσίς ἐστιν, ἵνα ὑποδέξηται αὐτὴν ὡς οὐκ αὐτὸ γινώσκουσαν, ἀλλὰ χρὴ διὰ τῶν συνήθων καὶ τῶν ἀνθρωπίνων ῥημάτων 16 σφραγιζομένην ἡμῖν τὴν θείαν ὑπεροχὴν οἰκείως θεῷ νοεῖν καὶ μὴ κατὰ τὴν ἀνθρωπίνην ταπεινότητα, ἐπεὶ καὶ πᾶς ὁ περὶ θεοῦ λόγος τοιοῦτος ἐσχημάτισται σχήματος ἀνθρωπίνου καὶ τῶν παθημάτων ὀνόμασι τῶν ἡμετέρων τὸν ἀσώματον καὶ ἀσχημάτιστον καὶ ἀπαθῆ θεὸν ἑρμηνεύων. 116 Jο 15, 16 Παρ' αὐτοῦ δέδοται τοῖς ἀνθρώποις ἡ πρὸς αὐτὸν οἰκείωσις καὶ οὐχ ὑπὸ ἀνθρώπων κατείληπται τὸ ἀγαθόν, ὅπερ καὶ ὁ ἀπόστολος διδάσκων λέγει· « διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ « · οὐ γὰρ ἀρέσαντες ἐξελέχθημεν, ἀλλ' ἵνα ἀρέσωμεν. διὸ καί, φησίν, ἐκλεξάμενος αὐτοὺς ἐπὶ καρπο φορίαν τέθεικεν, ἵνα, εἰ καὶ μὴ διὰ τὰ πρότερα τίμιοι θεῷ καθεστήκαμεν, ἀλλὰ διὰ τὰ τελευταῖα γενώμεθα. τίς δὲ ὁ τῶν ἀποστόλων καρπὸς ἄφθαρτος οὗτος καὶ εἰς αἰῶνα μένων; ἡ ἐκκλησία. οὐκ ἔστι δὲ ἀκουσθῆναι ὑπὸ θεοῦ τὸν μὴ ἀκούοντα θεὸν οὐδὲ εὐλογίας τυχεῖν τὸν μὴ φέροντα
About this text
Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.