Fragmenta in Joannem · §u05-rem-mid

Unit 5 rem mid

Rem mid: Unit 5; lemma continues; reading with the letter.

Greek

πατέρες ἀριθμηθήσονται μετὰ υἱῶν. Σύμβολον δὲ ἄρα ἦν τὸ ἀποκόπ τεσθαι δούλου ἀρχιερέως ὠτάριον δεξιὸν τὸ τῆς ἐπιβληθείσης αὐτοῖς ἀνηκουστίας σκότος σημειοῦν· καὶ τῷ περὶ τῆς ἀποκαταστάσεως τοῦ ὠτίου φαίην ἂν δηλοῦσθαι τὴν εἰς ὕστερον ἀποκατάστασιν τῆς νῦν ἀφῃ ρημένης συνέσεως τοῦ Ἰσραήλ, ὅτε συνήσουσιν, ὃν ἠγνόησαν καὶ ἀκού σονται τυχόντες τοῦ κηρύσσοντος Ἠλίου· ἀποκαταστήσεται γὰρ τότε πατέρων καρδία πρὸς υἱοὺς κατὰ τὸν Μιχαίαν. 135 Jο 18, 28 Σαφῶς παρὰ τοῖς ἄλλοις εὐαγγελισταῖς δεδηλωμένην τὴν τοῦ πάθους ἡμέραν ἔοικε σαφῶς ὁ Ἰωάννης ἀποδεῖξαι βούλεσθαι· πρὸ γὰρ “τῆς ἑορτῆς τοῦ πάσχα” τὸ δεῖπνον εἶναι τὸ πρὸ τῆς παραδόσεως ἱστόρηκεν, ἀφ' οὗ καὶ ἀναστὰς παρεδόθη, καὶ μήπω τὸ πάσχα βεβρῶσθαι, ἡνίκα αὐτὸς ἔπασχεν, ὥστε συνενεχθῆναι τὸν καιρὸν τῆς τοῦ προβάτου σφαγῆς καὶ τοῦ θανάτου Χριστοῦ. ἑσπερινὸς μὲν γὰρ ὁ καιρός, ἐν ᾧ “τὸ πνεῦμα παρέδωκεν” ὁ ἀληθινὸς ἀμνὸς ὥρᾳ τῆς ἡμέρας ἐνάτῃ, ἑσπερινὴ δὲ καὶ ἡ τοῦ προβάτου σφαγὴ κατὰ τὸν νόμον, ὥστε καθ' ἣν ἡμέραν τε καὶ ὥραν προετυποῦτο τὸ πρᾶγμα κατ' αὐτὴν ἐπι τελεῖσθαι. καὶ οὐκ ἐδυνήθησαν ἀποφυγεῖν οἱ Ἰουδαῖοι μὴ οὐχὶ κατὰ τὴν ἑορτὴν ἐπιτελέσαι τὸ πρᾶγμα, καίτοιγε φυλαττόμενοι καὶ λέγοντες· “μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται” ἐν τῷ λαῷ. ἔστιν οὖν ὑπολαβεῖν καὶ περὶ τῶν ἄλλων εὐαγγελιστῶν, ὅτι πρώτην τῶν ἀζύμων τὴν πρὸ τῶν ἀζύμων καλοῦσιν, τοῦτ' ἔστιν τὴν τρισκαιδεκάτην καὶ ὅτι προητοιμάσθη μὲν κατ' αὐτοὺς ἐν ταύτῃ τὸ πάσχα ὑπὸ τῶν μαθητῶν, τὸ δὲ δεῖπνον οὐκ ἦν ἡ τοῦ πάσχα βρῶσις· οὕτω γὰρ εἰς ταὐτὰ συνδραμοῦνται τῷ Ἰωάννῃ, συνδραμεῖται δὲ μάλιστα καὶ ἡ τοῦ 20 Ματθαίου φωνή, ἣν ἀπεμνημόνευσεν εἰπόντος τοῦ κυρίου· “οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι’ ὡς κατὰ ταύτην τὴν ἡμέραν καὶ τοῦ πάσχα τυθησομένου καὶ αὐτοῦ σταυρωθησομένου. 136 Jο 18, 37 Ἀλήθειαν λέγει τὸ ἑαυτὸν ἀποδεῖξαι τοῖς ἀνθρώποις καὶ διὰ τῆς αὐτοῦ γνώσεως τὴν σωτηρίαν αὐτοῖς χαρίσασθαι, ἀλλὰ τέως πρὸς τὸ κατεπεῖγον ἵστανται. 138 Jο 19,11 Τὴν ἁμαρτίαν μείζονα τοῦ παραδόντος διὰ τοῦτο εἶναί φησιν, ὅτι κατὰ τὸν προφήτην “οὓς σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν” καὶ ὡς ἀλλαχοῦ περὶ τοῦ προδότου προείρηται “ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄν θρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι” · τὸ γὰρ ἐν καιρῷ πόνου καὶ θλίψεως ἐπιτίθεσθαι τῷ μηδὲν ἀδικοῦντι δεινὸν παρὰ τῷ δικαίῳ καὶ ἀγαθῷ· ᾧ γὰρ συμπάσχειν ἐχρῆν, τούτῳ προστιθεὶς ἀλγη δόνας ἀνθίσταται τῷ θεῷ. 139 Jο 19, 16 Οἱ μὲν ἄγουσιν ὡς νενικηκότες, ὁ δὲ κύριος ἀγόμενος νικᾷ φέρων ἐπὶ τοῦ ὤμου τὴν ἀρχὴν ἢ παιδείαν ἢ ὡς ἂν ἑρμηνεύοιτο ἡ τοῦ Ἠσαΐου προφητεία λέγοντος “οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ” . παιδείαν μὲν, ὅτι τὴν ὑπὲρ ἡμῶν ἐβάστασε παιδείαν κατὰ τό· “παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν”, ἀρχὴν δέ, ὅτι βασιλεύει τῶν ὑπὸ θάνατον αἰχμαλώτων καὶ ὑφ' ἁμαρτίαν τὴν διὰ ξύλου τὸν ἐπὶ ξύλου θάνατον ἀντ' αὐτῶν ὑφιστάμενος. 140 Jο 19, 16 Ταύτην τὴν συγχώρησιν λέγει μὲν ἄνωθεν δόξαν· λέγει δὲ ὡς ἄνθρωπος, καθ' ὃ γὰρ λόγος τοῦ θεοῦ καὶ θεὸς ἦν ὁ διδοὺς καὶ συγχωρῶν. 142 Jο 19, 23 Πολλοὶ οἱ τοῖς στρατιώταις ἔτι καὶ νῦν τὰ ἴσα τολμῶντες, οἱ τὴν Χριστοῦ διασπαράττοντες ἐκκλησίαν καὶ κέρδος ἴδιον ἕκαστος, ὅπερ ἂν λάβοι, ποιούμενος. τοῦτο δὲ ἦν τῶν δυσσεβῶν ἔργον αἱρέσεων. ὁ δὲ ἀντίχριστος πᾶσαν αὐτὴν ὥσπερ τὸν χιτῶνα βουλήσεται παρασπάσασθαι· ὅτι γὰρ λαὸς ἀπεικάζεται περι βλήματι θεοῦ, δῆλον πεποίηκεν ἐν οἷς πρὸς Ἰερεμίαν εἶπεν, “ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα εἰς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα τὸν οἶκον Ἰσραὴλ καὶ πάντα οἶκον Ἰούδα” · ἀλλὰ γὰρ τὸ ἀληθὲς περίζωμα Χριστοῦ μένει καὶ οὔτε σπαράσσεται οὔτε ἀπαλλοτριοῦται. 143 Jο 19, 30 Ὁ πᾶσαν ἀνεξικακίαν ὑπὲρ ἡμῶν πληρωθῆναι καταδεξάμενος καὶ πιὼν ὄξος λέγει τετέλεσται, ὅπερ ἦν ἐπιδεικνύντος τὴν πρόθεσιν τῆς ἐπιδημίας καὶ τὸν σκοπὸν ἁπάντων τῶν ἐν αὐτῇ πεπραγμένων· τελειώσεως γὰρ ἕνεκα ταῦτα πάντα, οὐ μόνον τῆς τῶν προφητικῶν λόγων φημὶ τελειώσεως, ἀλλὰ καὶ πάσης μὲν τῆς ἐν ἀνθρώποις ἀρετῆς προειργασμένης ἀτελοῦς μενούσης ἄνευ Χριστοῦ, πάσης δὲ τῆς ὑπὸ θεοῦ περὶ ἀνθρώπους γενομένης προνοίας ἐν τῇ παρὰ Χριστοῦ σωτηρίᾳ τὸ τέλεον ἀπολαβούσης. 145 Jο 19, 30 Ὡς δὲ ἐξέπνευσεν, “ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ” . 146 Jο 19, 33–34 Ἐπεὶ οὐκ ἐχρῆν ἁρμονίαν ὀστέων διαιρεθῆναι, οὐ γίνεται τοῦτο.

About this text

Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.