Fragmenta in Joannem · §u05-rem-close

Unit 5 rem close

Rem CLOSEOUT: Unit 5 CLOSEOUT.

Greek

πλευρὰν δὲ ἔδει τρωθῆναι καὶ τοῦτο συγχωρεῖται ποιῆσαι τοῖς στρατιώταις· πλευρὰν γὰρ ἀντὶ ἑτέρας πλευρᾶς ὁ κύριος παρέσχετο. πλευρὰ δὲ ἡ γυνὴ καὶ τὸ ἐξ ἐκείνης κακὸν τῷ κυρίῳ πάθει λύεται· προῆλθε γὰρ ἀπὸ μὲν ἐκείνης τῆς πλευ ρᾶς ὀλέθριος τῷ ἀνθρώπῳ συμβουλή. ἀπὸ δὲ τῆς ἁγίας πλευρᾶς ὕδωρ προχεῖ ται καὶ αἷμα, δι' οὗ καθαίρεται κόσμος ὡς τὰς ἁμαρτίας ἀπολουόμενος συνελ θόντων εἰς αὐτὸν τῶν κατὰ νόμον διῃρημένων· ἦσαν μὲν γὰρ αἵματος ῥαντισμοὶ πρὸς κάθαρσιν καὶ δι' ὕδατος βαπτίσματα πρὸς ἁγνισμόν. ἐπειδὴ πάντα ἦν εἰς Χριστὸν προμελετώμενα τὰ κατ' αὐτόν, ἀμφότερα παρέσχε τὸ τοῦ κυρίου σῶμα τῷ κόσμῳ, αἷμά τε ἱερὸν καὶ ὕδωρ ἅγιον καὶ νεκρὸν ἤδη ὑπάρχον κατὰ τὸν ἀνθρώπινον τρόπον· μεγάλην γὰρ ἔχει ζωῆς ἐν ἑαυτῷ δύναμιν. 147 Jο 19, 36 Οὐ συντρίβεται τὰ ὀστέα τοῦ προβάτου, δεικνύντος τοῦ τύπου μὴ καθῆκον τῆς δυνάμεως τοῦ σώματος τὸ πάθος· σώματος γὰρ δύναμις τὰ ὀστέα ἡμῶν παρὰ τὸν ᾅδην ὑπ' ἀνθρώπων ἐλέγετο. τὸ δὲ οὐ κατὰ τὰ 21 αὐτὰ πᾶσιν ἀνθρώποις ἀποθνῄσκειν ἔδειξε τὴν παραλλαγὴν ἐν τούτῳ, ἐν τῷ μὴ σκορπισθῆναι τὴν τῶν ὀστέων ἁρμονίαν αὐτοῦ. ® 148 Jο 20 , 1 18 Τῆς μετὰ τὸ σάββατον ἑσπέρας ἐπιστάσης ὁ κύριος ἀνέστη τὴν προειρη μένην ὑπ' αὐτοῦ τριήμερον ὑποτέμνων τῷ ληγούσης μὲν τῆς πρώτης ἡμέρας πεπονθέναι, εὐθὺς δὲ ἀρχομένης τῆς τρίτης ἀνίστασθαι. τὰς δὲ τρεῖς ἡμέρας ἔοικεν ἀντὶ παντὸς ὑπομένειν τοῦ χρόνου τοῦ τότε παρελθόντος καὶ τοῦ μέλλοντος ἀντὶ πάντων τῶν ὅτε δὴ τελευτώντων παραδοὺς ἑαυτὸν τῷ θανάτῳ. φθάναι οὖν τοὺς ἀφικνουμένους ἐπὶ τὸ μνημεῖον ἀναστὰς καὶ οὐδεὶς ἐπέστη γινομένῃ τῇ ἀναστάσει· μυστήριον γὰρ ἦν, εἰ δή τι καὶ ἄλλο τῶν ὑπὸ θεοῦ διοικουμένων, ἅπερ οὐκ ἐμφανῆ τοῖς ἀνθρώποις οὐδὲ ἐν ὀφθαλμοῖς δὴ κεῖται. πρώτη δὲ ἐφίσταται τῷ τάφῳ γυνὴ καὶ τέως μὲν ἀναγγέλλει τοῖς μαθηταῖς τὸ μὴ εἶναι τὸν κύριον ἐν τῷ μνημείῳ οὐχ ὑπονοοῦσα τὴν ἀνάστασιν, ἀλλ' οἰομένη μετενη νέχθαι αὐτὸν ὑπὸ τῶν ἐναντίων ἐκ τοῦ μνήματος καὶ οἷον ἐπὶ ζήτησιν αὐτοὺς παρακαλοῦσα. μετὰ ταῦτα δὲ καὶ ἰδοῦσα τὸν κύριον ἀπαγγέλλει τὸ μακάριον θέαμα τοῖς μαθηταῖς· διὰ γυναικὸς γὰρ ἔδει τὸ ἀγαθὸν γνωσθῆναί τε καὶ ἀγγελθῆναι, ὥστε τὴν κακῶς γενομένην διὰ γυναικὸς γνῶσιν λυθῆναι διὰ τῆς ἀγαθῆς γνώσεως, ἣν ἐκόμισεν ἡ γυνή. 150 Jο 20 , 14 Μὴ ἐνεγκοῦσα τῶν ἀγγέλων τὴν λαμπρότητα, ἀλλὰ ξενισθεῖσα ἐπὶ τῇ θέᾳ ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα τοῦτο αὐτοῦ ἐνεργήσαντος τὸ θεωρηθῆναι αὐτὸν ὑπ' αὐτῆς. 151 Jο 20, 17 Ὁ σωτὴρ ἐπιδεῖξαι μὲν τὴν ἀνάστασιν καὶ πεῖσαι βούλεται, πλησιάζειν δὲ τοῖς οὔπω πρὸς ἀνάστασιν ἥκουσιν ὁμοίως ὥσπερ ἐπλησίαζεν πρὸ ἀναστάσεως οὐχ ἁρμόζον ἐπίσταται, εἰ μὴ κἀκείνους εἰς τὴν αὐτὴν ἀγάγοι ζωήν, ἵν' οἰκείως ἔχοντες πρὸς αὐτὸν καὶ οἰκείως προσίοιεν. δεῖ δέ, φησίν, ἀναβαίνειν πρὸς τὸν πατέρα, μετὰ δὲ ταῦτα τὴν δευτέραν ἐπιφάνειαν ποιησάμενον ἀποδέξασθαι τοὺς γνωρίμους φίλους, καινοὺς ἤδη τῷ καιρῷ προσιόντας ἀνθρώπους. μὴ οὖν, φησίν, ἅπτου μου νῦν ἤδη· ἕτερον γάρ ἐστι πρὸ τούτου μέγα καὶ σωτήριον ἔργον ὑπὲρ ὑμῶν ὑπολειπόμενον, ὃ δεῖ με πληρῶσαι, τὸ πρὸς τὸν πατέρα ἀνελθεῖν, ὃς δὴ καὶ ὑμέτερος ἔσται πατὴρ δι' ἐμὲ καὶ μάλιστα, ὅταν ἀναβῶ τὴν ἐξ ὑμῶν ἀνάγων ἀπαρχήν. τοῦτο δὴ καὶ ἀπελθοῦσα τοῖς ἀδελφοῖς εὐηγγέ λισεν. 152 Jο 20 , 19 Τῶν θυρῶν κεκλεισμένων εἴσω πέφηνε ἐν τῇ τῆς θεότητος ἐξουσίᾳ τὴν ὑπέρβασιν ποιησάμενος καὶ διδοὺς ἀρχὴν αὐτοῖς τοῦ μὴ κατὰ σάρκα μηδὲ κατὰ τὸν ἀνθρώπινον ἔτι τρόπον, ἀλλ' ὑπὲρ τὴν τῆς σαρκὸς φύσιν νοεῖν τὴν τοῦ Χριστοῦ δύναμίν τε καὶ ἐξουσίαν. καὶ ὅτι θειότερον αὐτοῖς φανῆναι βεβού ληται, δῆλον ἀπὸ τοῦ καὶ παραχρῆμα ἀποστῆναι τὰ πρὸς πίστιν τῆς ἀναστά σεως αὐτοῖς ἐπιδείξαντα μόνον καὶ τὴν θείαν τοῦ πνεύματος χαρισάμενον δω ρεάν. οὐ γὰρ ἦν ταῦτα κατὰ τὸν συνόντα τε αὐτοῖς καὶ συνεστιώμενον καὶ συναναπαυόμενον καὶ συμβαδίζοντα, ἀλλ' ἤδη τῆς ἀνθρωπίνης διαίτης ἀνώτερος χωρεῖν ἄρχεται ὁμοίως. 153 Jο 20, 22 Ἐμφύσησιν ὁρῶμεν καὶ ἐν τῇ πρώτῃ τοῦ ἀνθρώπου ψυχώσει τῇ σὺν ἁγιασμῷ γενομένῃ· ὅτι γὰρ οὐ ψυχῆς ἦν ἡ ἀποστολὴ μόνης, εἰ καὶ πνεῦμα ζωῆς εἴρηται τὸ ἐμφυσηθέν, δῆλον ἐκ τῆς προφητείας τῆς ὑπὸ τοῦ ἐμφυσηθέντος προφητευομένης εὐθύς· ἄνευ γὰρ θείου πνεύματος οὐκ ἔστι προφητείαν γενέσθαι ὡς ὁ Παῦλος μαρτυρεῖ. ὁ τοίνυν ἀπ' ἀρχῆς ἐμφυσήσας μετὰ τῆς ψυχῆς πνεῦμα τὸ ἅγιον αὐτὸς ἀπέδωκεν αὐτὸ τῇ ψυχῇ ®

About this text

Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.