Fragmenta in Joannem · §u06-open

Fragmenta in Joannem Unit 6 opening

Unit 6.

Lemma-led open — τοῦ θεοῦ

Greek

χωρισθὲν καὶ ἀποστὰν δι' ἁμαρτίαν ἀνθρώπου. 154 Jο 20, 28 31 Οὐ μόνον δὲ τῆς ἀναστάσεως ἕνεκα τοῦ σώματος, ἀλλὰ καὶ τῆς θείας ἐπὶ πάντα παρουσίας τοῦ πνεύματος κύριόν τε καὶ θεὸν ἑαυτοῦ ἀνεῖπεν τὸν Χριστόν, ὁποῖον καὶ τοῦ Ναθαναήλ, ὃς τὸ παραπλήσιον αἰσθόμενος περὶ τῆς τοῦ Ἰησοῦ θεότητος υἱὸν τὸν αὐτὸν “τοῦ θεοῦ” ἀνεῖπεν καὶ βασιλέα “τοῦ Ἰσραὴλ” ἔφασκεν. πολλὰ μὲν οὖν καὶ 22 ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ. πολλὰ μὲν οὖν παραλελειμμένα ὑπὸ Ἰωάννου γέγραπται πρὸς τῶν λοιπῶν εὐαγγελιστῶν, πολλὰ δὲ κἀκείνοις λέλειπται· οὐ γὰρ ἑνὸς βιβλίου πάντα περιλαβεῖν τὰ πρὸς τοῦ σωτῆρος πεποιημένα. διδάσκει δὲ ἡμᾶς καὶ ὁ Ἰωάννης, δι' ἣν αἰτίαν γραφῆς ἠξίωσεν τὰ τῆς Χριστοῦ παρουσίας ἀπομνημονεύματα, ὅτι πρὸς ὠφέλειαν μεγίστην τῶν ἀκουόντων· οὔτε γὰρ πρὸς ἔκπληξιν τῶν θαυμάτων οὔτε πρὸς τέρψιν τῆς διηγήσεως, ἀλλὰ ἵνα πιστεύωμεν τῇ δυνάμει διὰ τῶν ἔργων αὐτοῦ καὶ πιστεύοντες τὴν μόνην ἀληθινὴν ὠφέλειαν κομιζώμεθα τὴν εἰς ζωὴν αἰώνιον.

About this text

Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.