Unit 6 rem close
Rem CLOSEOUT: Unit 6 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
μετάστασιν ἐλευθέραν ἔχει ἀπὸ τῶν ἐν ἅδου δεσμωτηρίων διὰ τὸ πρὸς τὸν Χριστὸν ἀνάγεσθαι τὴν ψυχήν. διὸ καὶ τὸ “κρεῖσσον τὸ ἀναλῦσαι”, φησὶν ὁ Παῦλος, ἕνεκα τοῦ “σὺν Χριστῷ εἶναι” . 157 Jο 21, 23 Ἦν ἄρα ὁ τοῦ κυρίου λόγος περὶ τῶν ἐν τέλει μὴ ἀποθανουμένων. καὶ τοῦτο ἐδήλου λέγων· “ὁ πιστεύων εἰς ἐμέ, κἂν ἀποθάνῃ, ζήσεται, καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμέ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα” . διὰ δὴ τοῦτο οὐκ ἀνέλπιστον ἐποιοῦντο βιώσεσθαι ἄνθρωπον καὶ μὴ ἀποθανεῖσθαι. τὸ δὲ ἦν ἀποκείμενον τοῖς καταλειπομένοις ἕως Χριστοῦ παρουσίας, τοῖς ἐν ἐσχάτῃ γενεᾷ γενησομένοις, ὥσπερ ὁ Παῦλος ἐξεδίδαξεν. καὶ ἐπισημαίνεται ὁ Ἰωάννης, ὅτι οὐκ εἶχεν ἐπαγγελίαν αὐτὸς τοῦ μὴ ἀποθανεῖσθαι, ἀλλ' ἐξ ἀγνοίας ὑπέλαβον τοῦτο τοῦ λόγου παρακούσαντες οἱ ἀδελφοί. 23
About this text
Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.