Unit 6 rem mid
Rem mid: Unit 6; lemma continues; reading with the letter.
Greek
τρίτην περὶ τῶν αὐτῶν ἐρώτησιν ἅμα μὲν ἀείμνηστον αὐτῷ ποιῶν τὸ παράγγελμα; ἅμα δὲ καὶ τῆς τρίτης γενομένης ἀρνήσεως ἀναμιμνῄσκων καὶ τὴν τριπλῆν ὁμολογίαν τῆς ἀγάπης ἀντὶ τῆς τριπλῆς ἀρνήσεως ἀντεισάγων καὶ τὴν προθυμίαν τῆς ὑπηρεσίας ἀπαιτῶν, ἵν' ἐν ἔργοις ὁμολογήσειε Χριστόν, ὃν λόγοις ἠρνήσατο ® σωτηρίας ἀπ' ἀνθρώπων ἐπιμελούμενος. 156 Jο 21, 18 19 Τὴν ἔτι μείζω τῆς ἀγάπης ἀπόδειξιν τὴν διὰ τοῦ μαρτυρίου φησὶν αὐτὸν ποιήσεσθαι καὶ παρασκευάζει πρὸς τοῦτο ἔχειν ἑτοίμως, ἵνα ἀντὶ δέους θάρσος ἀντεισαγαγὼν καὶ τὴν μέχρι θανάτου μαρτυρίαν περὶ τοῦ κυρίου τὴν πρότερον διὰ θανάτου φόβον ἄρνησιν γενομένην ἀπαλείψειεν. ζώννυσθαι δὲ τὸ δεσμεῖσθαί φησιν. ἡ δὲ ἀκολούθησις μάλιστα μὲν διὰ τοῦ σταυροῦ ἔσται, ὅτι ταὐτὸν τῷ σωτῆρι πάσχει καὶ μετανίσταται αὐτῷ καὶ τὴν
About this text
Apollinaris of Laodicea, Fragmenta in Joannem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Joannem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.