Fragmenta in Matthaeum · §u03-open

Fragmenta in Matthaeum Unit 3 opening

Unit 3.

Lemma-led open — διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν

Greek

σωτὴρ ἀποδοῦναι τὰς ἁμαρτίας τοῦ κόσμου βουληθεὶς πέπονθεν ὑπὲρ ἡμῶν. 91 Mt 18, 31 Οἱ σύνδουλοι οἱ καὶ μηνύοντες τὸν ἀπηνῶς χρησάμενον τῷ συν δούλῳ ἄγγελοί τέ εἰσι καὶ ἄνθρωποι τὴν οἰκονομίαν ἐγκεχειρισμένοι ὁποῖος ἦν Παῦλος ὁ τῷ διαβόλῳ παραδοὺς τὸν αἴσχιστα ἠδικηκότα. καὶ ὥσπερ ὁ τὸ χρέος ἐκτείσας ἐλεύθερος γίνεται, οὕτως ὁ παθὼν ὑπὲρ ὧν ἠδίκησεν ἐλευθεροῦται πρὸς σωτηρίαν. προσεκτέον δὲ κἀκείνῳ, ὅτι περὶ τοῦ δεῖν συγχωρεῖν ἀλλήλοις τοῖς ἀνθρώποις διαλεγόμενος καὶ πρὸς τοῦτο τῇ παραβολῇ κεχρημένος οὕτως ἤρξατο· «διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ». 92 Mt 18, 31®35 Οὐ φέροντες γὰρ τὴν πονηρίαν ἡμῶν οἱ ὁμόδουλοι ἡμῶν ἄγγελοι κατηγοροῦσιν ἡμῶν ἐπὶ θεῷ, οὐχ ὡς ἀγνοοῦντι, ἀλλ' ὡς ἀγανακτοῦντες κατὰ τῶν τοὺς φιλανθρωπίας πατούντων νόμους. βασανιστὰς δὲ τοὺς ἐπὶ τῶν κολάσεων τεταγμένους ἀγγέλους λέγει. τὸ δὲ ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον , τοῦτ' ἔστιν διηνεκῶς αὐτὸν παρέδωκεν εἰς τὸ βασανίζεσθαι· οὐ γὰρ ἠδύνατο ἀποδοῦναί ποτε· ἐνταῦθα μὲν γὰρ ἐπι στρέφων τὸν ἄνθρωπον ὁ θεὸς πειρασμοῖς καὶ νόσοις καὶ βασάνοις ἑτέραις παραδίδωσιν, ἐν δὲ τῷ μέλλοντι ἀκαταπαύστως βασανίζεσθαι εἰς τὸ διηνεκές. οὐκ εἶπε δὲ οὕτως καὶ ὁ πατὴρ ὑμῶν ποιήσει ὑμῖν , ἀλλ' ὁ πατήρ μου · ἀνάξιοι γὰρ οἱ τοιοῦτοι ὀνομάζεσθαι υἱοὶ θεοῦ. διαγράφει τοίνυν ὡς ἐν συντόμῳ ὁ λόγος τὴν ἄφατον τοῦ θεοῦ φιλαν θρωπίαν, ἣν ὁ μὴ μιμησάμενος κατὰ τὸ δυνατὸν ἀπότομον ὑποστήσεται τιμωρίαν παρὰ τοῦ δικαίου κριτοῦ. εἰ δὲ καὶ εἴρηται· «ἀμεταμέλητα τὰ χαρίσματα » τοῦ θεοῦ, 10 ἀλλὰ τοσοῦτον ἴσχυσεν ἡ κακία ὡς τοῦτον ἀνα τρέψαι τὸν λόγον. δύο οὖν ἡμᾶς ἀπαιτεῖ ὁ λόγος καὶ μεμνῆσθαί τινα τῶν ἑαυτοῦ ἁμαρτημάτων καὶ ἀμνησικακεῖν τῷ πταίοντι. 93 Mt 19, 4 Τοῦτο ἀνθρωπίνῳ τρόπῳ διείλεκται ὁ σωτὴρ κατὰ τὸ σχῆμα τὸ διδασκαλικόν, οὐκ ἀποκαλύπτων ἑαυτὸν εἶναι τὸν δημιουργὸν λόγον οὐδὲ μὴν χωρίζων ἀπὸ τοῦ κτίζοντος πατρὸς τὸν κτίσαντα υἱόν, ἀλλ' ἐν πατρὸς ὀνόματι καὶ τὸν λόγον ἐμπεριλαμβάνων εἴγε «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ». 94 Mt 19, 9 Μοιχείαν δέ φησι τὸ τῇ ἰδίᾳ μὴ συνεῖναι· οὐκ ἰδίᾳ δὲ σύνεστιν ὁ τὴν ἰδίαν ἀπολιπών. διὰ τοῦτο « μοιχᾶται ἐπ' αὐτήν », τοῦτ' ἔστιν ἐπὶ τὴν δευτέραν, ἣν ἐπεισάγει τῇ κατὰ φύσιν αὐτῷ συνημμένῃ, ἐὰν τὸν ἴδιον καταλίπῃ. πῶς οὖν ὁ νόμος οὐ συνεχώρει ὁ τὸ «οὐ μοιχεύσεις » λέγων; ἐροῦμεν, ὅτι ὁ μὲν νόμος τὴν προφανῆ μοιχείαν ἀπεκώλυσεν, ὅτε τὴν συνοικοῦσαν ἕτερός τις διαφθείροι· ὁ δὲ σωτὴρ καὶ τὴν οὐχ ὁμολογου μένην παρὰ πᾶσιν οὐδὲ γινωσκομένην τῇ φύσει οὐδὲ

About this text

Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.