Unit 3 rem early
Rem early: Unit 3; lemma and argument toward the thesis.
Greek
διελεγχομένην, ὅτι μοιχεία ἐστίν, τὴν μέντοι πορνεύσασαν ἀποστῆσαι συγχωρεῖ Χριστός, ὅτι δὴ διέλυσεν αὕτη τὴν φυσικὴν σύζευξιν καὶ οὐκέτι ὑπὸ τοῦ ἀνδρὸς τοῦτο γίνεται. 95 Mt 19, 10®12 Πάρεστιν ἀπὸ τῆς τοῦ κυρίου διαιρέσεως τοῖς μὲν ἐν <τῷ> κάτω βαδίζουσιν ὑπομένειν τὸ ἐν κόσμῳ λυπηρὸν μᾶλλον ἢ τοῦ δικαίου κατα φρονεῖν, τοῖς δὲ δυναμένοις ὑπερ βαίνειν τὸν κόσμον οἷον ὑπὸ πτέ ρυγος φέρεσθαι πρὸς τὴν ἄνω δι καιοσύνην, ἀλύπους δὲ ὄντας καὶ ἐλευθέρους ἀπὸ τῶν ἐν κόσμῳ λυ πηρῶν. οὐκ ἐπιβάλλων οὖν βρόχον εἶπεν· οὐ πάντες χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται . τὸ δὲ οἷς δέδοται χαρισμάτων φυσικῶν ἐστι δηλωτικόν, ὅπερ ἄν τις καὶ φύσεως ἐπιτηδειότητα λέγοι καὶ τὴν ἀπὸ γεννήσεως εὐφυίαν εἰς τὸ τῆς σωφροσύνης κατόρθωμα· εἰσὶ γάρ τινες καὶ ἐκ φύσεως διαφοραὶ πρὸς ἑκάστην ἀρετήν, τῶν μὲν μᾶλλον, τῶν δὲ ἧττον πρὸς αὐτὴν πεφυκό των. εἰ καὶ ὅτι μάλιστα μὴ ἐντελῆ τὰ φυσικά, μηδ' ἂν ἀμετακίνητα καὶ ἀκατόρθωτα παντελῶς, ἀλλὰ καὶ τὸ ἐπιτήδειον εἰς ἀγαθὸν ἀσκήσει τελειοῦται καὶ τὸ μὴ ἐπιτήδειον ἀγῶνι πολλῷ θεραπεύεται. Οὐ πάντες φησὶν χωροῦσι τὸν λόγον, ἀλλ' οἷς δέδοται . τὸ δὲ οἷς δέδοται χαρισμάτων φυσι κῶν ἐστι δηλωτικὸν καὶ τῆς ἀπὸ γεννήσεως εὐφυίας εἰς τὸ τῆς σω φροσύνης κατόρθωμα. 96 Mt 19, 14®15 Μόνη κακία καὶ διαφθορὰ τῆς δημιουργίας ἀποκωλύει προσελθεῖν τῷ δημιουργῷ, τὸ δὲ τῆς φρονήσεως ἐνδεὲς οὐ κωλυτικὸν τῆς προσόδου· πλήρωσιν γὰρ ἐπιζητεῖ, ταύτῃ δὲ ἡ πρόσοδος χαρίζεται. διὸ καὶ ἀκριβὴς ἡ λέξις τῶν τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν · οὐ γὰρ τούτων εἶπεν, ἀλλὰ τῶν τοιούτων , ἐπειδὴ πρόσεστιν καὶ τὸ τῆς φρο νήσεως ἐνδεὲς τοῖς παισὶν οὗπερ ἀποτρέπων ὁ ἀπόστολος ἔλεγεν· «μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε ». ὁ δὲ Μᾶρκος καὶ ἐπεξῆλθε τὴν αἰτίαν λέγων καὶ οἷον ἑρμηνεύων· «τῶν τοιούτων ἐστὶν ἡ βασιλεία » τῶν οὐρανῶν· «ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασι λείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν ». τὸ δὲ αὐτὸ καὶ ὁ Λουκᾶς καὶ ἀνωτέρω δὲ ἔλεγεν ὁ Ματθαῖος· «ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν »· ἅπερ γὰρ ἐκεῖνα ἔχει τῇ φύσει, ταῦτα ἡμᾶς
About this text
Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.