Unit 4 rem close
Rem CLOSEOUT: Unit 4 CLOSEOUT.
Greek
πτεροφυοῦντες μαθηταὶ καὶ κατὰ τὸν Σολομῶνα κατασκευάσαντες πτέρυγας. 126 Mt 24, 27®28 Καθ' ὁμοίωσίν τινα καὶ παραβολὴν εἴρηται καὶ παράδειγμα· ὥσπερ γάρ, ὅταν πτῶμα καὶ σῶμα νεκρὸν εὑρεθείη παρακείμενον, ἀπὸ τῶν ὑψηλο τάτων τόπων δι' ἀέρος φερόμενοι καὶ ἀετοὶ καὶ ἄλλοι σαρκοφάγοι ὀρνίθων ἐκ τοῦ ἀφανοῦς ἀδοκήτως ὑφίστανται τραφησόμενοι, τὸν αὐτὸν τρόπον, φησίν, ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου · φαινο μένου γὰρ αὐτοῦ πάλιν ἐπὶ τῆς γῆς κατὰ τὴν δευτέραν καὶ ἔνδοξον παρου σίαν ἐπὶ τῷ κρῖναι τὴν οἰκουμένην καὶ ἀγγέλων τάγματα δορυφοροῦντα φανήσεται καὶ πάντες οἱ ἅγιοι διαναστάντες «ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ » κατὰ τὴν σάλπιγγα τὴν ἐσχάτην, ὥς φησιν ὁ ἀπόστολος, καθάπερ ἀετοί τινες πτηνοὶ καὶ ὀξεῖς τὴν κίνησιν ἐκ τοῦ ἀφανοῦς θᾶττον ἐπιφανήσονται, μάλα εἰκότως ἀετοῖς παρεικασθέντες διὰ τὸ φρονεῖν τὰ ὑψηλὰ καὶ οὐράνια καὶ ἀξίως τῆς βασιλείας τῶν οὐρανῶν πολιτεύεσθαι. τινὲς δὲ τὸ ῥητὸν τοῦτο οὕτως ἐπειράθησαν ἐπεξηγήσασθαι καὶ ἔφασαν ὡς ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ τοῦ κυρίου πάντες οἱ δικαίως πολιτευσάμενοι καὶ κατὰ τοὺς ἀετοὺς ὑψηλοὶ καὶ οὐράνιοι τῷ φρονήματι τὸν παρά δεισον ἀπολείψονται καὶ κατ' ἐκεῖνον συναχθήσονται τὸν τόπον, ὅπου τὸ πτῶμα γέγονε τοῦ Ἀδὰμ καὶ τῆς ἐντολῆς ἡ παράβασις, δι' ἧς εἰς ἁμαρτίαν κατέπεσεν. 127 Mt 24, 31 Ἀποστελεῖ λέγων τοὺς ἀγγέλους αὐτοῦ ὁ υἱὸς τοῦ ἀνθρώπου θεὸν ἔδειξε τὸν υἱὸν τοῦ ἀνθρώπου· θεοῦ γάρ εἰσιν ἄγγελοι, καὶ τὸ ἀποστέλλειν αὐτοὺς ἴδιον θεοῦ. τὸ δὲ ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν διδάσκει ἡμᾶς τὰ αὐτὰ εἶναι καὶ γῆς καὶ οὐρανοῦ ἄκρα, ὥστε Χριστῷ πιστεύειν δεῖ καὶ μὴ ἀπατᾶσθαι ὡς ἐλαχίστου μορίου τῆς γῆς οὔσης ἐν μέσῳ τοῦ οὐρανοῦ ἀπείροις μεγέθεσιν ὑπερβάλλοντος αὐτήν. 128 Mt 25, 24 Σκληρόν , φησίν, τὸ ἐπίταγ μά σου συνεῖδον, τὸ ζητεῖν παρὰ ἀνθρώπων ὑπακοήν, οἷς οὐκ ἐνε ποίησας διὰ τοῦ λόγου τὸ εὐήκοον. διὸ φοβηθεὶς μὴ ἄπρακτος γένω μαι τὸ κατ' ἐμαυτὸν ἐφύλαξα μόνον, τὸ δὲ περὶ ἑτέρους οὐκ ἐσπούδασα. Σκληρόν , φησίν, συνεῖδον τὸ ἐπίταγμά σου διὰ τὸ 16 ζητεῖν παρὰ τῶν ἀνθρώπων ὑπακοήν, οἷς οὐ δέδωκας διὰ τοῦ λόγου σου τὸ εὐ ήκοον. καὶ διὰ τοῦτο φοβηθεὶς μὴ ἄπρακτος γένωμαι τὸ κατ' ἐμὲ ἐφύ λαξα μόνον μὴ ἐσπουδακὼς περὶ ἑτέρους. 129 Mt 25, 34®46 Ἐπειδὴ δὲ ὑμεῖς ἑαυτοὺς ἐμβάλλετε, τὸ ἔγκλημα εἰς ὑμᾶς περιίσταται. δηλοῖ δὲ τῶν πραγμάτων τὴν δύναμιν ἡ τῶν λόγων ὑπο τύπωσις ὡς ἐρούντων ταῦτα τῶν δικαίων καὶ ὡς ἀκουσομένων ἅπερ ἡ τοῦ πράγματος ἔχει φύσις· δῆλον γὰρ ὅτι οὐκ ἐροῦσιν αὐτὰ τότε καὶ οὐ ζητήσουσιν, ὁπότε λέλυται ἐν τῷ εἰρημένῳ ὑπὸ Χριστοῦ· ἀλλ' οὕτω πολλάκις ἐν ταῖς γραφαῖς ῥήμασι χαρακτηρίζεται τὰ ἐν τοῖς πράγμασι κείμενα. 130 Mt 26, 17®18 Μᾶρκος δὲ καὶ ὁ Λουκᾶς οὐκ εἶπον αὐτὸν εἰρηκέναι, ὅτι ἔδομαι τὸ πάσχα ὡς ἕτερός φησιν, ἀλλὰ «ποῦ ἐστιν τὸ κατάλυμα, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω». δύναται δὲ ταῦτα τὴν «παρασκευὴν τοῦ πάσχα » δηλοῦν, οὐ τὴν βρῶσιν· ὁ γὰρ Ἰωάννης δηλοῖ κατὰ τὴν τοῦ πάσχα ἡμέραν μήπω τὸ πάσχα βρωθὲν ὑπὸ Ἰουδαίων, ἐπει δήπερ ὡς ἐλέγομεν ἐχρῆν κατὰ τὴν αὐτὴν ἡμέραν καὶ ὥραν τό τε τυπι κὸν πάσχα καὶ τὸ ἀληθὲς ἐπιτελεσθῆναι. οὐδέπω δὲ ἔμελλεν τῷ ἀνθρώπῳ δηλοῦν, ὅτι παρασκευάζεται μὲν τὸ πάσχα , πρὸ δὲ τῆς γνώσεως αὐτοῦ ἔδει πάσχα , εἰ μή τι καὶ τοῦτο ὑπεσήμηνεν εἰπὼν ὁ καιρός μου ἐγγύς ἐστιν . δηλοῖ δὲ καὶ ἐν αὐτῷ <τῷ> δείπνῳ, ὅτι ὃ βέβρωκεν αὐτὸς τὸ δεῖπνον· λέγει γὰρ ὁ Λουκᾶς· «ὅτε ἐγένετο ὥρα, ἔπεσεν, καὶ οἱ ιβʹ ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπεν πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ' ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν οὐ μὴ φάγω αὐτὸ ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ »· οὐ γὰρ εἶπεν οὐκέτι μὴ «φάγω αὐτό », ἀλλ' «οὐ μὴ φάγω » δηλῶν μὲν τὴν συμπάθειαν αὐτοῦ τὴν εἰς τοὺς μαθητάς, ὅτι ᾤκτιρεν αὐτοὺς μέλλοντας τὴν ἑορτὴν ἀνεόρταστον ἕξειν τῇ ἀπολείψει αὐτοῦ· τοῦτο γὰρ τὸ «ἐπε θύμησα μεθ' ὑμῶν φαγεῖν τὸ πάσχα πρὸ τοῦ με παθεῖν », ἐπιφέρων δέ, ὅτι λύπην ἕξουσιν καὶ προτιμήσει τῆς ἐκείνων εὐθυμίας τὸ καὶ αὐτοῖς καὶ παντὶ κόσμῳ συμφέρον τὸ μὴ φαγεῖν τὸ πάσχα , ἀλλ' αὐτὸν πάσχα γενέσθαι, οὗ ἡ πλήρωσίς ἐστιν «ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ », ὅτε παντελῶς ὑπερβαίνει θάνατον· τοῦτο γὰρ ἡ λέξις τοῦ πάσχα δηλοῖ ὑπέρβασιν σημαίνουσα. 131 Mt 26, Ἡ μὲν ἑτοιμασία γέγονε τοῦ πάσχα. δεῖπνον δέ ἐστιν καὶ οὔπω τοῦ πάσχα βρῶσις· οὐδὲ γὰρ
About this text
Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.