Fragmenta in Matthaeum · §u05-open

Fragmenta in Matthaeum Unit 5 opening

Unit 5.

Lemma-led open — πρὸ τῆς ἑορτῆς τοῦ πάσχα

Greek

ἦν σχῆμα τῶν τὸ πάσχα ἐσθιόντων, ἀλλ' ἀνέκειντο δειπνοῦντες. καὶ ὁ Ἰωάννης δὲ δεῖπνον εἴρηκεν οὐδεμίαν μνή μην τοῦ πάσχα ποιησάμενος λέγων· «πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς, ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτοὺς» καὶ τὰ ἑξῆς. «πρὸ τῆς ἑορτῆς τοῦ πάσχα» λέγει, οὐκ ἐν τῇ ἑορτῇ τοῦ πάσχα, ὥστε καὶ «τὴν πρώτην τῶν ἀζύμων » οἰκείως ἐδεξάμεθα τὴν πρὸ τῶν ἀζύμων νοήσαντες. 132 Mt 26, 24 Τὸ δὲ καλὸν εἶναι τὸ μὴ γεγεννῆσθαι πρὸς τὴν κόλασιν εἴρηται· κακῆς γὰρ ὑπάρξεως ἀνυπαρξία αἱρετωτέρα. 133 Mt 26, 26 Ὅτι προεξῆλθεν Ἰούδας, Ἰωάννης ἐδήλωσεν· οὐ γὰρ ἂν ἐδέξατο τῆς σωτηρίου κοινωνίας τύπον ὁ τῆς χριστοκτονίας ὑπηρέτης· καίτοι τὰ ἄλλα πάντα ἤνεγκεν αὐτὸν ὁ κύριος, ἀλλὰ τοῦτο οὐκέτι συνεχωρεῖτο. καὶ ἡμῖν ὁ τύπος εἰς τὸ τῆς ἁγίας κοινωνίας ἀπείργειν τοὺς πονηρούς, εἰ καὶ εἰς τὰ ἄλλα πάντα δι' ἀνεξικακίας φέρομεν αὐτούς· δῆλον γάρ, ὅτι ὀλέσειν τὸν σωτῆρα «ἐξῆλθεν » παραδοθεὶς τῷ διαβόλῳ· «μετὰ » γὰρ «τὸ ψωμίον εἰσῆλθεν », φησίν, «εἰς ἐκεῖνον ὁ σατανᾶς », ὥστε λαβὼν αὐτὸν ἔκδοτον ἀπήγαγεν. 134 Mt 26, 26®28 Περὶ πολλῶν δὲ λέγων ἐκχύννεσθαι τὸ αἷμα περὶ 17 πάντων λέγει διὰ τοῦ ἑνὸς δικαίου κατασταθήσεσθαι τοὺς πολλούς. τοῦτο δὴ καὶ ἐνταῦθα δηλοῖ, ὅτι εἷς ὑπὲρ πολλῶν πάσχει. τύπον δὲ ποιεῖ Ἀπολινάριος τῆς μετοχῆς τοῦ σώματος καὶ αἵματος τῆς ἐν πνεύματι τελουμένης εἰς τοὺς πιστεύοντας ἐκτυπώσας καὶ τῷ ἄρτῳ τὸ σῶμα καὶ τῷ οἴνῳ τὸ αἷμα. ἐπειδὴ καὶ «ἄρτος ἐπιούσιος » τὸ πνεῦμα τοῦτ' ἔστιν τροφὴ ζω οποιὸς εἰς τὸν ἐπιόντα αἰῶνα «καὶ ὁ ἄρτος, ὃν ἐγὼ δώσω » ὑμῖν «ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς », καὶ τὸ αἷμα ζωτικὸν ἐν σώματι, καὶ διὰ τοῦτο Μωυσῆς «ψυχὴν πάσης σαρκὸς » εἶπεν «τὸ αἷμα » ὡς ἑνουμένην αἵματι δηλῶν· ἐναργῶς δὲ τὸν τύπον τῷ τῆς ἀληθείας ὀνόματι προσηγόρευσεν εἰπών· τοῦτό ἐστιν τὸ σῶμά μου · καὶ διὰ τοῦτο δὲ τοῖς τῆς ἀληθείας ὀνόμασιν ὠνόμασεν τοὺς τύπους, ἵνα μὴ πρὸς τὸ ὁρώμενον ἐξευτελίζωνται, ἀλλὰ πρὸς τὴν δύναμιν θαυμάζωνται. ἡ βρῶσις οὖν καὶ ἡ πόσις ἐδήλωσε τὴν μετοχὴν τὴν οὐκ ἄνευ σώματος γινο μένην· εἰ γὰρ μὴ σώματι συνήφθη καὶ αἵματι ἡνώθη ἡ θεία δύναμις, οὐκ ἂν ἔσχομεν μετουσίαν δι' αὐτῆς πρὸς θεόν. 136 Mt 27,5 Ἰστέον, ὅτι ὁ Ἰούδας οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ, ἀλλ' ἐπε βίωσεν κατενεχθεὶς πρὸ τοῦ ἀπο πνιγῆναι. καὶ τοῦτο δηλοῦσιν αἱ τῶν ἀποστόλων πράξεις, ὅτι «πρηνὴς γενόμενος ἐλάκησεν » καὶ τὰ ἑξῆς. τοῦτο δὲ σαφέστερον ἱστορεῖ Πα πίας ὁ Ἰωάννου τοῦ ἀποστόλου μαθητὴς λέγων· μέγα ἀσεβείας ὑπό δειγμα ἐν τούτῳ τῷ κόσμῳ περι επάτησεν ὁ Ἰούδας· πρησθεὶς γὰρ ἐπὶ τοσοῦτον τὴν σάρκα, ὥστε μὴ δύνασθαι διελθεῖν ἁμάξης ῥᾳδίως διερχομένης, <λέγεται> ὑπὸ τῆς ἁμάξης πταισθέντα τὰ ἔγκατα ἐκκε νωθῆναι. πρησθεὶς ἐπὶ τοσοῦτον τὴν σάρ κα ὥστε μηδὲ ὁπόθεν ἅμαξα ῥᾳ δίως διέρχεται, ἐκεῖνον δύνασθαι δι ελθεῖν, ἀλλὰ μηδὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον· τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν φασι το σοῦτον ἐξοιδῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν, τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μηδὲ ὑπὸ ἰατρικῆς διόπτρας ὀφθῆναι δύνα σθαι· τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας. τὸ δὲ αἰδοῖον αὐτοῦ πάσης μὲν αἰσχύνης ἀηδέ στερον καὶ μεῖζον

About this text

Apollinaris of Laodicea, Fragmenta in Matthaeum (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Matthaeum — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.