Fragmenta in Psalmos · §u01-open

Fragmenta in Psalmos Unit 1 opening

Unit 1.

Lemma-led open — , . Παραγενομένου τοῦ κριτοῦ, φησίν, κυκλοῦσιν αὐτὸν ἔθνη πολλὰ συγκροτούμενα· τὴν ἐκκλησί

Greek

Fragmenta in Psalmos Ps 7,8. 9a Παραγενομένου τοῦ κριτοῦ, φησίν, κυκλοῦσιν αὐτὸν ἔθνη πολλὰ συγκροτούμενα· τὴν ἐκκλησίαν δηλῶν καὶ διαγγέλλων φησὶν ὁ κύριος συναχθήσεσθαι πρὸς αὐτόν, τούτου δὲ γενομένου ἄνω καὶ πρὸς τὸ ὕψος ἐπιστρέψειν τὸν κριτὴν παραδόντα τὴν βασιλείαν. 2 Ps 8,1 Ληνὸν δὲ καθάπερ καὶ θερισμὸν ἐν τῶ Εὐαγγελίῳ τὴν ἐπὶ συντελείᾳ συναγωγὴν τῶν καρπῶν ὁ λόγος δηλοῖ, καρποὶ δὲ ἀνθρώπων ἔργα καὶ λογισμοὶ κατὰ τὸν Ἡσαΐαν Κἀγώ, φησίν, τὰ ἔργα αὐτῶν καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. 3 Ps 8,5®9 Ἀλλ' ὁ τῶν τηλικούτων, φησί, ποιητὴς ἔργων μικροῦ παντελῶς ὄντος ἀνθρώπου φροντίζεις, καὶ μνήμην ἐποιήσω μεταπεσόντος ἀπὸ σοῦ καὶ ἐπεσκέψω κατενεχθέντα εἰς ἀρρωστίαν· ἧν δέ σοι καὶ ἀπ' ἀρχῆς τιμία ἡ ποίησις αὐτοῦ, καὶ τῆς ἀγγελικῆς δόξης ὀλίγον ἠλάττωτο κατὰ τὸ σῶμα τὸ γήϊνον. δόξα γὰρ αὐτῷ περιῆν οἱονεὶ βασιλεύοντι κατὰ γῆν ἔργων τῶν ὑπὸ σοῦ πεποιημένων καὶ τὴν ἄλογον ἅπασαν φύσιν ὑφ' ἑαυτῷ κατέχοντι, οὐ μόνον τὴν χερσαίαν καὶ ῥαδίως ληπτὴν ἀλλὰ καὶ τὴν ἀέριον καὶ τὴν ἔνυδρον, ὅπερ ἑκάτερον μὲν ἐκφεύγει τὰς ἀνθρώπου χεῖρας, τὸ μὲν διὰ τὴν ἐν ὕψει φοράν, τὸ δὲ διὰ τὴν ἐν βάθει κατάκρυψιν καὶ δι' ὑδάτων πορείαν, ἁλίσκεται δὲ σοφίᾳ καὶ νῷ καὶ ὁ γήϊνος αἱρεῖ τὰ ἐν οὐρανῷ καὶ ὕδασιν· ἐξ ὧν ἀναφαίνεται κατὰ τὸ νοερὸν ὑπερβάλλων μὲν τὴν ζῴων ἄλογον καὶ ἀνόητον φύσιν, ἐφάμιλλος δὲ τῇ νοερᾷ καὶ ἀγγελικῇ κοινωνὸς ὢν τοῖς ἀλόγοις κατὰ τὸ σωματικόν. 4 Ps 15,4cd Τὸν τρόπον λέγει τῆς καινῆς θεοσεβείας τὸν ἄνευ αἱμάτων, καὶ τὴν ἐξαλλαγὴν δηλοῖ τὴν ἐν ἁγίῳ πνεύματι καθ' ἣν οὐκέτι ἐσμὲν οἱ πρότεροι οὐδὲ ἐπὶ τῶν αὐτῶν ὀνομάτων οὐκέθ' υἱοὶ ἀνθρώπων ἀλλ' υἱοὶ θεοῦ. 5 Ps 16,6 Καὶ πρότερον γὰρ εἰσακουσθείς, φησίν, αὐτῷ καὶ νῦν εἰσακουσθῆναι δέομαι. προσευχόμενοι γάρ φησιν ὁ Παῦλος μετ' εὐχαριστίας· ἡ γὰρ τῶν προτέρων μνήμη χάριτας παρασκευάζει τὰς ἐφεξῆς. 6 Ps 16,10®12 Ἔργον καὶ σχῆμα τῶν ἐπιτιθεμένων αὐτῷ διηγεῖται, ἔργον μὲν ἐπιβουλὴν φονικὴν καὶ ῥήματα κολακεστικὰ πρὸς ἐνέδραν, εἶναι δ' αὐτοὺς λιπαρωτάτους μὲν τὸ σῶμα στέατι περιπεφραγμένους, λοξὸν δὲ τοῖς ὀφθαλμοῖς ὑποβλέποντας λέοντι παραπλησίως ἐπὶ θήραν ὁρμῶντι καὶ λαθραίως ὑποκαθημένῳ. τοιοῦτος ἦν πρὸς τὸν ∆αυὶδ ὁ Σαούλ, λέγων μὲν αὐτὸν εὑρηκέναι χάριν ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ παρίστασθαι κελεύων καὶ παρεστάτην ἔχων, ὑφορώμενος δὲ καὶ ἐξ ἐνέδρας ἀποκτεῖναι ἐπιχειρῶν. 7 Ps 16,14c Παρεσκεύασται, φησίν, αὐτοῖς ἀπόκρυφος κόλασις ἥτις εἴσω τῆς ἐκείνων χωρήσει γαστρὸς κατὰ τὸ λεγόμενον ἐπὶ τοῦ Ἰουδὰ Εἰσέλθοι ἡ κατάρα ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. 8A Ps 26,4 Πάλιν τὴν πρὸς θεὸν ἀγάπην διὰ τῆς πρὸς τὸν ἀφιερωμένον αὐτῷ ναὸν ἀφορίζει. ὁ γὰρ τὸν θεὸν ἀγαπῶν τοῖς ἀφιερωμένοις αὐτῷ τόποις ἐπευφραίνεται, οὐκ εἰς τὴν τούτων θέαν ἀπολαύων τὸν πόθον (μικρὸν γὰρ τὸ χειροποιήτοις ἔργοις ἐπιτέρπεσθαι), ἀλλ' ὥσπερ τις καὶ ἱμάτιον τοῦ ποθουμένου καὶ βιβλίον ἀσμένως ὁρᾷ ὡς εἰς τὴν ἐκείνου μνήμην διὰ τούτων ἀνεγειρόμενος, οὕτως ὁ 1 φιλόθεος καὶ δι' οἴκου καὶ σκεύους ἀνακειμένου θεῷ πρὸς θεὸν ἀνεγείρεται. ἓν οὖν τοῦτο καὶ μόνον ἐζήτησα τὸν θεὸν ναὸν οἰκεῖν, ὅπερ ἡ Ἅννα ποιεῖ, καὶ τῷ κάλλει τῆς οἰκοδομίας ἀγάλλεσθαι πρὸς ταύτην ὁρᾶν. οἶκος μὲν οὖν οὔπω θεοῦ κατεσκεύαστο. ὅτε ταῦτα ᾖδεν ὁ ∆αυίδ, ἀνήγαγε δὲ τὸν λόγον εἰς τὴν σκηνὴν καὶ κατελίμπανεν τοῖς πνευματικῶς ἀκούειν δυναμένοις ἐπὶ τὸν πνευματικὸν οἶκον ἀναβιβάζειν τὸν λόγον. 9 Ps 32,6 Ἐν τοῖς τοιούτοις ἐμφαίνεται ἡ τοῦ ἑνὸς θεοῦ θεολογία τὴν τριάδα περιλαμβάνουσα. εἶτα θεολογεῖται μὲν ὡς δημιουργὸς ὁ θεός, ἡ δὲ δημιουργία τοῦ λόγου ἐνέργημα καὶ τοῦ πνεύματος· καὶ δῆλον μὲν ὅτι ἀνθρώπιναι μὲν αἱ φωναὶ ὅπου καὶ στόμα εἴρηται ἀφ' οὗ λόγος καὶ πνεῦμα, ἑτέρως δὲ ἐπὶ θεοῦ νοούμεναι κατὰ

About this text

Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.