Unit 1 rem early
Rem early: Unit 1; lemma and argument toward the thesis.
Greek
τὸ ἀσύνθετον καὶ πάντῃ ἀσώματον, τουτέστιν ὢν ὁ λόγος παρὰ τῷ θεῷ ὄντι καὶ ὂν τὸ πνεῦμα, ὁ μὲν ἔκφανσις ὢν τοῦ πατρὸς (κατὰ τοῦτο λόγος ὀνομαζόμενος), τὸ δὲ τοῦ λόγου μετάληψις ὡς πνεῦμα ἐκ στόματος. οὐρανοὺς δὲ εἰπὼν καὶ δυνάμεις οὐρανῶν οὐκ ἐκείνων μὲν τῷ λόγῳ, τούτων δὲ τῷ πνεύματι τὴν δημιουργίαν μερίζει (ἀμέριστα γὰρ τὰ ἐπὶ τῆς τριάδος ἐνεργούμενα), ἀλλὰ διαφόρως φράζει ταὐτόν, ὡς ἐν τῷ Εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον καὶ Ἰσραὴλ παρῴκησεν ἐν γῇ Χὰμ οὐ διαιρεῖται εἴσοδος μὲν ὡς ἑτέρῳ τῷ Ἰακώβ, κατοίκησις δὲ ὡς ἑτέρῳ τῷ Ἰσραήλ· ἐκ παραλλήλου γὰρ ταὐτὸν δηλοῖ, καὶ τοῦτο ἐν πολλοῖς τὸ ἔθος εὕροιμεν ἄν. 10 Ps 33,7 Ἑαυτὸν ἐπιδεικνὺς λέγει πτωχεύσαντα, τῇ φυγῇ ἀγωνιάσαντα, τὸν κίνδυνον ἀποφυγόντα τοῦτον βουλήσει θεοῦ, ὡς οὐκ ἄλλως ἰσχύσαντος ἂν τοῦ τῆς μανίας τεχνάσματος εἰ μὴ κατὰ θεοῦ βούλησιν. 11 Ps 33,9 Γεῦσιν λέγει τὴν πείραν τῶν πραγμάτων, ἥτις καὶ αὐτῷ παρῆν τότε. τὸ οὖν διαγεγονὸς ἐν αὐτῷ κατὰ χρηστότητα θεοῦ, τὸ μὴ περιοφθῆναι διωκόμενον ὑπὸ βασιλέως ἀλλοτρίου ἀλλ' ἐκ δύο χαλεπωτάτων πολεμίων καὶ δυνατωτέρων σωθῆναι, τοῦτο εἰς κοινὸν ἅπασιν προστίθησιν ὡς οὐκ ἐπ' αὐτοῦ μόνου γινόμενον ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἐσόμενον, ὅσοι τῇ πρὸς θεὸν ἐλπίδι συνάπτουσιν ἑαυτοὺς τῷ θεῷ. ἐν τούτῳ δεῖ εἶναι τὸ μακάριον, οὐκ ἐν ἑτέρῳ τινί, ὅπερ ὁ ∆αυὶδ λέγει ἐν τῷ Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ. 12 Ps 33,20 Εἰς τὸ τέλος ἀφορᾶν κελεύει καὶ θαρσεῖν τῇ ἐκ τῶν θλίψεων ἀπαλλαγῇ, μὴ τὴν ἀρχὴν αὐτόθεν δυσχεραίνειν, ἐπειδὰν θλίβεσθαι συμβαίνῃ. οὕτω γὰρ δεῖ παρασκεύασθαι τὴν ψυχήν, οὐχ ὡς μὴ πονήσουσαν ἀλλ' ὡς μὴ τῶν πόνων ἡττηθησομένην. 13 Ps 34,1®3 Εἰς ὅλην ὁμοίωσιν ἀνθρώπου τὸν περὶ θεοῦ σχηματίζει λόγον καθὰ καὶ Ἡσαΐας, ἵνα τὸ ἐν αὐτῷ ἀδύνατον θεῷ δυνατὸν ἐπιδείξῃ πολεμεῖν ἀξιῶν καὶ ὁπλίζεσθαι ἀσπίδι τε καὶ λόγχῃ καὶ τὰς ἐφόδους τῶν πολεμίων ἀποκλείειν τειχίσματι μέσῳ. καὶ τοῦτο δὲ ἐν Χριστῷ δείκνυσιν Ἡσαΐας, ἐκ τιμωρίας τῶν ἀδίκων ἐρχόμενον προορῶν ᾑμαγμένον τε τὸ ἱμάτιον ἐκ τῆς τῶν ἀλλοφύλων σφαγῆς (Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, καὶ τὰ ἑξῆς;), ὥστε τὰ εἰς πατέρα θεϊκῶς ἀναγόμενα σαφές ἐστιν υἱοῦ τε εἶναι καὶ εἰς υἱὸν πληροῦσθαι. 14 Ps 34,5 Εἰς ἐκείνους τὸ ἀφανεῖς γενέσθαι περιίσταται, ὥσπερ ὁ ἀνέμῳ διωκόμενος χοῦς, ἐξωθεῖσθαι δ' αὐτοὺς οὐκ ἀνθρωπίνῃ χειρὶ ὅτι δίκαιοι τοῦτο μᾶλλον ὑπ' ἀδίκων πάσχουσιν ἀλλὰ δι' ἀγγέλων τοῦτο γίνεσθαι, καθά φησιν ὁ κύριος ὅτι Ἐξελεύσονται οἱ ἅγιοι καὶ ἐκλέξουσιν ἐκ μέσου τῶν δικαίων τοὺς ἀδίκους καὶ ἀφοριοῦσιν αὐτούς. νῦν μὲν γὰρ ἀναμέμικται τὰ ἀσύμφωνα, τότε δὲ διαιρεθήσεται 2 κατὰ τὸ διαλλάττον τοῦ τρόπου κατὰ τὸ ῥηθὲν καὶ πάλιν παρὰ τοῦ σωτῆρος ὅτι Καὶ πολλαὶ μοναὶ παρὰ τῷ πατρί μου. 15 Ps 34,6 Αἱ ὁδοί, φησίν, τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προκόπτουσιν. τοῦτο δὲ ἐπιτελεσθῆναι ἀξιοῖ, σκότῳ κατασχεθῆναι τὴν πρᾶξιν τῶν ἀδίκων εὐχόμενος, ἅτε δὴ καὶ σκότῳ προσήκουσαν, καὶ καταπεσεῖν αὐτοὺς ὀλισθόντας, ὅτι καὶ ὀλισθηρὰν ὁδὸν πορεύονται (οὐδὲν γὰρ ἐν ἀδικίᾳ στηριγμοῦ ἐχόμενον), ἀφανεῖς δὲ αὐτοὺς ὑπ' ἀγγέλων γενέσθαι διωκομένους ὅπερ αὐτοὶ κατὰ τῶν δικαίων ποιοῦσιν. 16 Ps 34,13 Ἐπὶ τὴν ἑαυτοῦ ἰσχύν, φησίν, καταφεύγει, ἥτις ἐστὶ θεός. θεὸν γάρ τις ἐκζητεῖ νηστείαις καὶ ταπεινώσεσιν, ἐπιστρέφων τὴν ὅλην ψυχὴν εἰς ἐπικλήσεις θεοῦ κατὰ τὴν ἀπὸ σωματικῶν ἡδονῶν εὐσχολίαν, ὅτε ἐνσχολάζουσι τῇ διανοίᾳ κατὰ τῆς εὐχῆς καὶ ἐν τῷ κόλπῳ τῆς ψυχῆς παρεισδύονται. 17 Ps 35,6 Βέβαια γὰρ καὶ ἀσάλευτα τὰ παρὰ θεοῦ τεταγμένα οἷον τὸ πρὸς Νῶε ῥηθὲν τὸ μηκέτι κατακλυσμὸν ἐπάξαι εἰς διαφθορὰν ζῴων ὃ συμβαίνει τῷ περὶ ἀνεξικακίας θεοῦ λόγῳ. ὥρισται γὰρ καὶ ἡ βεβαιότης τοῦ λόγου διὰ παντός, μεγάλη τις οὖσα καὶ ἐπιφανής. οὕτω δὲ καὶ ὅσα ἄλλα τέτακται καὶ ὥρισται κατὰ δικαιοσύνην καὶ ἀγαθότητα θεοῦ, στερρὸν καὶ ἀσάλευτον ἔχει τὸ διαμένειν εἰς ἀεί· οἷόν ἐστιν καὶ τὸ Ἅπαξ ὤμοσα ἐν τῶν ἁγίῳ μου εἰ τῷ ∆αυὶδ ψεύσομαι. εἰς τοῦτο καὶ τὸ Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ θεοῦ τείνει. 18 Ps 35,7a Πάλιν τὸ τῆς δικαιοσύνης ὑψηλὸν ὄρεσι παραβάλλει. τοῦτο δὲ ἀπειλὴν ἔχει τῶν ἀνταποδόσεων, ὅτι ἀδύνατον δικαιοσύνης οὔσης ἐφόρου τῶν γινομένων γενέσθαι τι παρὰ τὸ δίκαιον, ὥστε καὶ οἱ νῦν διαφεύγοντες τὰς κολαστικὰς ἀνταποδόσεις ἢ τῶν ἀνταποδόσεων οὐ τυγχάνοντες πάντως εἰς ὕστερον κομιοῦνται· καὶ τοῦτο ἄτρεπτον
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.