Fragmenta in Psalmos Unit 6 opening
Unit 6.
Lemma-led open — τοῦτο νομίζοντες ἐκείνῳ τῷ Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. , Τὸ ὑποπόδιόν φησι προσκυνεῖν
Greek
τοῦτο νομίζοντες ἐκείνῳ τῷ Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. 167 Ps 98,5bc Τὸ ὑποπόδιόν φησι προσκυνεῖν τὴν παγκόσμιον ἐξουσίαν τὴν τότε φανησομένην ἣ μὴ μόνου τοῦ ἡγιασμένου γένους ἀλλὰ καὶ πάντων κρατεῖ, ὑποπόδιον ἀλληγορουμένη θεοῦ τὴν πᾶσαν ἐπέχον γῆν οἰκουμένην ὁμωνύμως καὶ αὐτὴν ὑποπόδιον καλουμένην, ὥσπερ καὶ ὁ Ἰσραὴλ ἐξουσία κέκληται. ὁ ὑπὲρ τὴν ἐξουσίαν ὢν θρόνος δ' ἂν ἀλληγοροῖτο ἡ πρὸς τὰ ἡγιασμένα οἰκειότης τοῦ θεοῦ, μάλιστα μὲν πρὸς τὰ οὐράνια, ἤδη δὲ καὶ πρὸς τὰ ἐν γῇ. ὁμωνύμως δὲ ταύτῃ κατὰ τὸν Ἡσαΐαν ἀλληγορεῖται θρόνος ὁ οὐρανός, θρόνος δὲ καὶ ἡ Ἱερουσαλὴμ διὰ τοὺς ἐν αὐτῇ ἁγίους ἐν τῷ οὐρανοῦ τρόπῳ· ὃ δὴ τεκμήριον τοῦ μὴ σωματικῶς καλεῖσθαι θρόνον τὸν οὐρανὸν μηδὲ σωματικῶς ὑποπόδιον τὴν γῆν, ὁπότε θρόνον καὶ Ἱερουσαλὴμ τὸ βραχὺ γῆς μέρος, ὑποπόδιον δὲ τὴν ἐποῦσαν τοῖς ἐξουσιαζομένοις ἐξουσίαν φαμέν. ὥσπερ καὶ θρόνος θεοῦ ἐν οὐρανῷ εἶναι λέγεται ἡ οἰκειότης ἡ τοῖς οὐρανίοις ὡς ἁγίοις ἐποῦσα, ὁμωνύμως καὶ τοῦ οὐρανοῦ θρόνου θεοῦ καλουμένου, οὕτω δὲ καὶ ὁ κύριος τοὺς δεξαμένους τὸ καλὸν σπέρμα τὸ τῆς βασιλείας καλεῖ σπέρμα καλῶν ὁμωνύμως, ὥστε οὐ τὴν ὑπεξούσιον γῆν ἀλλὰ τὴν ἐξουσίαν τὴν ἐπ' αὐτῇ κελεύει προσκυνεῖν αἰσθανομένοις αὐτῆς ἐν τοῖς ἔργοις. Καὶ τὸ Ἅγιός ἐστιν ἐπιφέρων τῶν οὐχ ἁγίων κατατρέχει ψευδωνύμων θεῶν· καὶ τὸ εἰκότως ἀναιρεῖν ἐκ τῆς βασιλείας τοὺς ἀνάγνους ἐνδείκνυται, ἵνα τῆς ἁγιότητος δεκτικὴ γένηται. 168 Ps 98,9 Οὐ μόνον τὸ ἐξουσιαστικὸν τοῦ θεοῦ προσκυνεῖν ἀλλὰ καὶ τὸ ἁγιαστικὸν οἰκειοτέρως ἤδη παρακελεύεται, σύμβολον τούτου διδοὺς τὴν ἐν τῷ ἡγιασμένῳ ὄρει προσκύνησιν. 169 Ps 100,8 Ἡ πρωΐα δηλοῖ τὸν σπουδαῖον ὥσπερ θεὸς τῇ σπουδῇ πέμπειν τοὺς προφήτας δηλῶν Ὀρθρίζων φησὶν ἀποστέλλων. νόμιμος δὲ ἡ τῶν πονηρῶν ἐξαίρεσις· Ἐξαιρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. καὶ τοῦτο οὐδ' ἐφ' ἡμῶν πέπαυται, εἰ καὶ κολαστικῶς γίνεται. χωρίζονται γὰρ οἱ φαῦλοι, καὶ εἰ μὴ θανάτῳ, μέχρι τῆς μετανοίας. 24 170 Ps 101,3 Ὅμοιον δυνάμει τὸ λεγόμενον τῇ Σαλομῶνος εὐχῇ προϊκετεύοντος περὶ τῆς μελλούσης τῷ λαῷ θλίψεως, ἵνα δὴ ἀκουσθεῖεν ἱκετεύοντες ἐν αὐτῇ, πλὴν ὅτι τὸ λέγον πρόσωπον ἐφ' ἑαυτοῦ λέγει τὰ πάντων καὶ τὸ μὴ περι οφθῆναι ὑπὸ θεοῦ ὅπερ ἐκινδύνευσε παθεῖν ἕνεκα τῆς ἰδίας κακίας ὁ Ἰσραήλ, ἔτι δὲ καὶ τὴν ἐν μακρῷ χρόνῳ κάκωσιν. 171 ps 101,14 Ποιεῖ τὸν καιρὸν ἡ τῶν θεοῦ δούλων ἱκεσία καὶ ὁ τοῦ θεοῦ οἶκτος, οὐκ ἄλλη τις αἰτία οἵα περὶ χρόνων εἱρμαρμένων ἐν Ἕλλησι πέπλασται. οὗτος δ' ἐστὶ περὶ οὗ αὐτὸς διὰ Ἡσαΐου φησὶ Καιρῷ δεκτῷ ἐπήκουσά σου· τοῦτον δὲ καὶ ὁ Παῦλος πεπληρῶσθαι τὸν καιρὸν ἐπιδημήσαντος τοῦ σωτῆρος γράφει φάσκων Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. κυρίως γὰρ καὶ ἡ τοῦ σωτῆρος κάθοδος γέγονεν ἐπιλάμψαντος ἐπὶ συντελείᾳ τῶν αἰώνων. ἐπεὶ γὰρ ἆραι τὴν ἁμαρτίαν τοῦ κόσμου ἐλήλυθεν ὁ σωτήρ, οὐκ ἔδει δὲ τὸν τηλικοῦτον ὑπὲρ ὀλίγων ἁμαρτωλῶν ἐλθεῖν καὶ παθεῖν. ὅτε διενέστηκεν ὁ χρόνος καθ' ὃν εἴρηται Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, οὐκέτι δὲ ὄντος ἐπὶ γῆς δικαίου συνιέντος τε καὶ ἐκζητοῦντος τὸν θεόν, ἐλήλυθεν ὁ ὑπὲρ πάντων αὐτῶν χάριτι θεοῦ ὑπὲρ παντὸς γευόμενος θανάτου. Ῥηθείη δ' ἂν καὶ ταῦτα· τοῦ τῶν ἀνθρώπων γένους εἰς κακίαν τραπέντος ἔδει τὸν προνοούμενον τῆς σωτηρίας αὐτῶν θεὸν κωλῦσαι τὴν κακίαν. καὶ δὴ τοῦτο διὰ μηχανημάτων πολλῶν γεγένηται. ἀποσταλέντων πατριαρχῶν τῶν δυναμένων τῇ ἑαυτῶν πολιτείᾳ ὠφελῆσαι τὸν τῶν ἀνθρώπων βίον, ἀπειπόντος δὲ πρὸς τὴν κακίαν καὶ νόμου τοῦ διὰ Μωυσέως δοθέντος αὐτοὶ μὲν κατεφρόνουν τοῦ δεδωκότος θεοῦ· προφητῶν τε καὶ ἀγγέλων ἐπιφανείας ἐπιπεμπομένων αὐτοῖς, ὁ δὲ θεὸς οὐκ ἐπαύετο τῆς αὐτῶν προμηθούμενος σωτηρίας. καὶ ὅμως οὐδὲν μᾶλλον ἐγίνετο ἢ εἰς αὔξησιν κακίας ἐπετρίβοντο. ἐπεὶ οὖν πᾶν φάρμακον καὶ βοήθημα διὰ τῶν ὁμογενῶν προσαγόμενον
About this text
Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.