Fragmenta in Psalmos · §u06-rem-early

Unit 6 rem early

Rem early: Unit 6; lemma and argument toward the thesis.

Greek

αὐτοῖς ἠτόνησε πρὸς τὰς ἀνιάτους νόσους αὐτῶν, μετὰ πάντ' ἐκεῖνα εἰκότως ὁ σωτὴρ ἐλήλυθε, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύων ὡς καὶ τὴν νεκρότητα αὐτῶν καὶ τὸν θάνατον ἀνελεῖν. διὰ ταύτην οὖν τὴν ἀλήθειαν ἐν τοῖς Αὐγούστου χρόνοις ἐπέλαμψεν ὁ σωτήρ, τότε τοῦ καιροῦ πεπληρωμένου καθὸ καταλλήλως ἐγίνετο τὰ τῆς σωτηρίας τῶν ἀνθρώπων. περὶ τούτου καὶ ὁ παρὼν λόγος φησὶν Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι τὴν Σιών, ὦ δέσποτα, καὶ σὺ διὰ σεαυτοῦ ἀναστὰς οἰκτειρήσεις αὐτήν. 172 Ps 102 arg. Εὐχαριστίαν ἐχρῆν ἕπεσθαι τῇ προκειμένῃ προφητείᾳ. αὕτη καὶ συντέτακται διὰ τοῦδε τοῦ ᾄσματος· ἔλεός τε θεοῦ καὶ δικαιοσύνη ἡ κριτικὴ δοξάζεται ὅτι δι' ἐλέου τὸν λαὸν ἐξαιρήσεται τῶν ἀδικούντων, φθορᾶς τε ἀφαίρεσις καὶ ἡ εἰς διαδόχους φυλασσομένη χάρις καὶ ἡ ἐπὶ πάντα διαβησομένη βασιλεία οὐράνιος. 173 Ps 103,3a Οὐ σφαιρηδὸν οὐρανὸς τῷ παντὶ περίκειται καὶ περιθεῖ ἀλλὰ στεγάζει γῆν τεταμένος περὶ αὐτήν, μονίμῳ καὶ ἑδραίᾳ τῇ στάσει στεγαζόμενος ἄνωθεν ὕδασιν. 174 Ps 103,4a ∆ῆλον δὲ ὅτι τὸ Ἐκτείνων καὶ Στεγάζων καὶ Ποιῶν ἀντὶ τοῦ ἐκτείνας ἐστὶ καὶ στεγάσας καὶ ποιήσας. οὕτω δ' ἔχει καὶ τὸ Πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ· τῆς πλάσεως ὑπὸ θεοῦ γεγονυίας εἰς ἅπαξ γῆ καὶ τὰ ἐξ αὐτῆς ἀποτελέσματα διὰ παντὸς γίνεται, καθὸ λέγεται καὶ τὸ Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. συντείνοι δ' ἂν εἰς τοῦτο καὶ τὸ Ἐγώ εἰμι ὁ ὤν, ὡς τῶν ποιημάτων οὐκ ὄντων ἀλλὰ γινομένων τῶν γενητὴν ἐχόντων φύσιν καὶ διὰ τοῦτο τῆς οὐσίας αὐτῶν ἐν τῷ γίνεσθαι νοουμένης καὶ οὐκ ὄντως οὔσης καθάπερ ὁ ποιῶν. τοῦτο δὲ διήκει διὰ τῆς ἁγίας τριάδος ποιητικῆς οὔσης. 175 Ps 103,5.6 Τὸ θαυμαστὸν 25 λέγει τῆς ἱδρύσεως θεοῦ δυνάμεως δεῖγμα τὸ γῆν οὖσαν στοιχεῖον τὸ βαρύτατον ὑπὲρ ὑδάτων πεπῆχθαι καὶ μένειν δι' αἰῶνος ἀμετακίνητον, οὐ δή που τῆς ὑπούσης ἀβύσσου στηρίζειν αὐτὴν δυναμένης οὐδὲ ἑδρασούσης ἀλλ' ἱματίων τρόπῳ σκεπούσης, ὡς εἶναι τὴν ἕδραν ἄρρητον καὶ θεοῦ δυνάμεως, οὐ στοιχείων φύσεως. 176 Ps 103,10 Πηγὰς ὕδατος ἀναβλυστανούσας τῆς ἀρχῆς καὶ ταῦτα θεοῦ δυνάμει ἡ γῆ δίδωσι, ξηραινομένας τε πολλάκις θεοῦ φόβῳ φησὶν εἰς ἀφανὲς ἀπιέναι ὅπερ ἐν ἑβδομηκοστῷ τρίτῳ σαφέστερον εἴρηται Σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ἑτέρους. Θαυμάζει καὶ τῶν ὀρῶν τὴν θέσιν ἀμεταστάτων ἐγηγερμένων ὑπὲρ τὰ πεδία καὶ μὴ κατασυρομένων ὑπὸ τῆς ταχθείσης ἐρείσεως εἰς τὸ καλύψαι τὰ ὑποκείμενα κατὰ τὸ Ἐροῦσι τοῖς ὄρεσι Συγκαλύψατε ἡμᾶς. 177 Ps 103,13 Ὑπερῷα θεοῦ τὸν ἀέρα καλεῖ καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου. ἔργον δὲ τοῦ υἱοῦ λέγει τὸν ὑετὸν ἀφ' οὗ καρποῦται πλησμονὴν ἡ γῆ. ἔργον δὲ τὴν ἐκ θαλάσσης ἀναγωγὴν τῶν ὑδάτων ἂν λέγοι. 178 Ps 103,17b Καὶ περὶ τοῦ ἐρῳδιοῦ δὲ λέγεται διὰ Ἱερεμίου Καί γε ὁ ἀρῳδιὸς ἐν τῷ οὐρανῷ ἔγνω τοὺς καιροὺς αὐτοῦ. 179 Ps 103,26b Καταπαίζειν δὲ αὐτοῦ λέγεται ὁ θεὸς τουτέστιν ἐν μηδενὶ τίθεσθαι τὴν πανουργίαν αὐτοῦ. πάντα γὰρ τὸν ἐναντιούμενον αὐτῷ γελᾷ θεὸς διὰ τὸ μάταιον καὶ παιδιὰν τίθεται διὰ τὸ εὐάλωτον, ὡς περὶ Αἰγυπτίων φησὶν Ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις. 180 Ps 103,27.28 [Ἄλλοι δὲ περὶ τῆς χορηγουμένης τοῖς ζῴοις τροφῆς ἐξειλήφασι τὰ προκείμενα. ταύτης γὰρ παρούσης εὐθαλεῖ καὶ χαίρει, ἀπούσης δὲ ἐνδείᾳ πιέζεται καὶ συγχεῖται τῇ τῶν ἀναγκαίων ἐλλείψει.] 181 Ps 103,29.30 Τοῦτο ἔργον Χριστοῦ ὃς καί φησιν ἀνάστασιν εἶναι καὶ ζωὴν καὶ ἀναστήσειν πάντας ἐπήγγελται καί, ὅτε παρῆν, ἐζωοποίησεν οὓς ἐβούλετο, ὥστε τὰ λεγόμενα πατρὸς μέν ἐστιν ἀρχικῶς, υἱοῦ δὲ ἐξεργαστικῶς καὶ πνεύματος δὲ μετοχικῶς αὐτοῦ μετεχομένου καὶ οἷον ἐμβιβαζομένου δι' υἱοῦ εἰς τὴν ἁπάντων ζωὴν κατὰ τὸ Ζωοποιήσει τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος πνεύματος ἐν ὑμῖν. ζωοποιὸν μὲν οὗν τὸ πνεῦμα δι' ἧς ἐργάζεται ζωῆς, θεοποιὸν δὲ δι' ἧς ἐνδίδωσι μετοχῆς καὶ ὁμώνυμον αὐτῷ τὸ πνεῦμα ἀνθρώπινον κατὰ τὴν ὑπ' αὐτοῦ μόρφωσιν. 182 Ps 103,31 Αἰώνιος ἡ δόξα τοῦ φυλάσσοντος εἰς αἰῶνα τὰ ἔργα· καὶ ἐπείπερ αἰώνιος ἡ δόξα, αἰώνια τὰ δοξάζοντα. 183 Ps 103,32 Τὸ μέγεθος τῆς δόξης δηλοῦται τῷ τῆς κτίσεως φόβῳ, τὴν δ' ὑπόταξιν ὁ φόβος μηνύει. οὕτω τὸ θάλασσαν ὑποταχθῆναι φοβηθῆναί φησιν ὁ ψαλμός. τὸ γὰρ φοβούμενον ὑποτάσσεται· καὶ γῆς ὑπόταξις ὁ τρόμος τῆς ἐποπτείας τοῦ θεοῦ καὶ ὀρῶν καπνισμὸς οἷον καιομένων ὃ καὶ σωματικῶς ἐπὶ τοῦ Σινᾶ γινόμενον ὄρους ἑωρᾶτο. 184 Ps 103,33.34 Τοῦτο τῆς ζωῆς τὸ κέρδος, ἐπὶ τοῦτο καὶ ζῆν ἄξιον, διὰ τοῦτο δεινὸς ὁ θάνατος ὁ κατασιγάζων τὸν

About this text

Apollinaris of Laodicea, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Apollinaris of Laodicea’s Fragmenta in Psalmos — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.